Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
86.1.1
Ἐκεῖνοι μὲν οὖν οὕτως ἐτύρευον καὶ τὰς συσκευὰς ἔπλαττον, ἡμεῖς δὲ
86.1.2
ἀνελθόντες ἐδείξαμεν βασιλεῖ τὰς ἀδικίας τῶν περὶ Εὐσέβιον, ἐπεὶ καὶ αὐτὸς ἦν ὁ
86.1.3
τὴν σύνοδον γενέσθαι κελεύσας καὶ κόμης αὐτοῦ καθηγεῖτο ταύτης. ἐκεῖνος τοίνυν
86.1.4
ἀκούσας καὶ κινηθεὶς ἔγραψε ταῦτα· 86. 2 Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς
86.1.5
τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπι σκόποις. Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς
86.1.6
ὑμετέρας συνόδου μετὰ θορύβου καὶ χειμῶνος κριθέντα, δοκεῖ δέ πως ὑπό τινος
86.1.7
ἀταξίας ταραχώδους ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς
86.1.8
πλησίον ἐρεσχελίαν, ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ 86. 3 θεῷ ἀρέσκοντα μὴ
86.1.9
συνορώντων. ἀλλ' ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονεικίας ταύτης
86.1.10
κακὰ φανερῶς ἁλόντα διασκεδάσαι καὶ ἡμῖν διαρρήδην ἐπιδεῖξαι εἴ τινα τῆς
86.1.11
ἀληθείας αὐτόθι συνελθόντες ἐποιήσασθε φροντίδα καὶ εἰ τὰ κεκριμένα χωρίς 86. 4
86.1.12
τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. τοιγαροῦν ἠπειγμένως πάντας ὑμᾶς πρὸς τὴν
86.1.13
ἐμὴν συνελθεῖν εὐσέβειαν βούλομαι, ἵνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν δι'
86.1.14
ὑμῶν 86. 5 αὐτῶν παραστήσητε. τίνος δὲ ἕνεκεν ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα
86.1.15
καὶ ὑμᾶς 86. 6 πρὸς ἐμαυτὸν διὰ τοῦ γράμματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε.
86.1.16
ἐπιβαίνοντί μοι λοιπὸν τῆς ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς
86.1.17
Κωνσταντινουπόλεως (συνέβαινε δὲ τηνικαῦτα ἐφ' ἵππου ὀχεῖσθαι) ἐξαίφνης
86.1.18
Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν μέσῃ τῇ λεωφόρῳ μετὰ ἑτέρων τινῶν, οὓς περὶ αὐτὸν
86.1.19
εἶχεν, ἀπροσδόκητος οὕτως προσῆλθεν, 86. 7 ὡς καὶ παρέχειν ἐκπλήξεως ἀφορμήν.
86.1.20
μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεὸς ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅστις ἦν, παρὰ
86.1.21
τὴν πρώτην ὄψιν ἠδυνήθην, εἰ μὴ τῶν ἡμετέρων τινές, καὶ ὅστις ἦν καὶ τὴν ἀδικίαν
86.1.22
ἣν πέπονθε, διηγήσασθαι πυνθανομένοις, ὥσπερ 86. 8 εἰκός, ἀπήγγειλαν ἡμῖν. ἐγὼ
86.1.23
μὲν οὖν οὔτε διηλέχθην αὐτῷ κατ' ἐκεῖνο καιροῦ οὔτε ὁμιλίας ἐκοινώνησα. ὡς δὲ
86.1.24
ἐκεῖνος μὲν ἀκουσθῆναι ἠξίου, ἐγὼ δὲ παρῃτούμην καὶ μικροῦ δεῖν ἀπελαύνεσθαι
86.1.25
αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν ἕτερον ἑαυτῷ παρ' ἡμῶν ἢ τὴν
86.1.26
ὑμετέραν ἄφιξιν ἠξίωσεν ὑπάρξαι, ἵνα ὑμῶν παρόντων ἃ πέπονθεν ἀναγκαίως 86. 9
86.1.27
ἀποδύρασθαι δυνηθῇ. ὅπερ ἐπειδὴ εὔλογον εἶναί μοι καὶ τοῖς καιροῖς πρέπον κατ
86.1.28
εφαίνετο, ἀσμένως ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν
86.1.29
σύνοδον τὴν ἐν Τύρῳ γενομένην ἀνεπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον
86.1.30
τῆς ἐμῆς ἡμε ρότητος ἐπειχθῆτε τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς ὑμετέρας
86.1.31
κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον ἐπ' ἐμοῦ δηλαδή, ὃν τοῦ θεοῦ εἶναι γνήσιον
86.1.32
θεράποντα οὐδ' ἂν ὑμεῖς 86. 10 ἀρνηθείητε. τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς θεὸν
86.1.33
λατρείας τὰ πανταχοῦ εἰρηνεύεται καὶ τῶν βαρβάρων αὐτῶν τὸ τοῦ θεοῦ ὄνομα
86.1.34
γνησίως εὐλογούντων, οἳ μέχρι νῦν τὴν ἀλήθειαν ἠγνόουν· δῆλον δὲ ὅτι ὁ τὴν
86.1.35
ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν θεὸν ἐπιγινώσκει. 86. 11 πλὴν ὅμως, καθὰ προείρηται, καὶ
86.1.36
οἱ βάρβαροι νῦν δι' ἐμὲ τὸν θεοῦ θεράποντα γνήσιον ἐπέγνωσαν τὸν θεὸν καὶ
86.1.37
εὐλαβεῖσθαι μεμάθηκαν, ὃν ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι τοῖς ἔργοις
86.1.38
αὐτοῖς ᾔσθοντο· ὅθεν μάλιστα καὶ ἴσασι τὸν θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς
86.1.39
φόβον εὐλαβοῦνται, ἡμεῖς δὲ οἱ τὰ ἅγια μυστήρια τῆς εὐ μενείας αὐτοῦ δοκοῦντες
86.1.40
προβάλλεσθαι (οὐ γὰρ ἂν εἴποιμι φυλάττειν), ἡμεῖς, φημί, οὐδὲν πράττομεν ἢ τὰ
86.1.41
πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα καὶ ἁπλῶς εἰπεῖν τὰ πρὸς ὄλεθρον 86. 12 τοῦ
86.1.42
ἀνθρωπίνου γένους ἔχοντα τὴν ἀναφοράν. ἀλλ' ἐπείχθητε, καθὰ προείρηται, πρὸς
86.1.43
ἡμᾶς, σπουδάσατε πάντες ᾗ τάχος πεπεισμένοι ὡς παντὶ σθένει κατορθῶσαι
86.1.44
πειράσομαι, ὅπως ἐν τῷ νόμῳ θεοῦ ταῦτα ἐξαιρέτως ἀδιάπτωτα φυλάττηται, οἷς
86.1.45
οὔτε ψόγος οὔτε κακοδοξία τις δυνήσεται προσπλακῆναι, διασκεδασθέντων δηλαδὴ
86.1.46
καὶ συντριβέντων ἄρδην καὶ παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου,
86.1.47
οἵτινες ἐπὶ προσχήματι τοῦ ἁγίου ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας
86.1.48
παρέχουσι .

Intertext edge

Open linked passage

Note