Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
87.1.1
Ταῦτα μαθόντες οἱ περὶ Εὐσέβιον καὶ εἰδότες ἃ πεποιήκασι, τοὺς μὲν
87.1.2
ἄλλους ἐπι σκόπους ἐκώλυσαν ἀνελθεῖν, αὐτοὶ δὲ μόνοι Εὐσέβιος, Θεόγνιος,
87.1.3
Πατρόφιλος, ὁ ἕτερος Εὐσέβιος καὶ Οὐρσάκιος καὶ Οὐάλης ἀνελθόντες οὐκέτι περὶ
87.1.4
ποτηρίου καὶ Ἀρσενίου ἔλεγον– παρρησίαν γὰρ οὐκ εἶχον–, ἄλλην δὲ πλάσαντες
87.1.5
κατηγορίαν τὴν εἰς βασιλέα φθάνουσαν εἰρήκασιν αὐτῷ τῷ βασιλεῖ, ὅτι «ἠπείλησεν
87.1.6
Ἀθανάσιος κωλύσειν τὸν σῖτον τὸν 87. 2 εἰς τὴν πατρίδα σου πεμπόμενον ἀπὸ
87.1.7
Ἀλεξανδρείας». καὶ τοῦτο παρόντες μὲν Ἀδαμάντιος, Ἀνουβίων, Ἀγαθάμμων,
87.1.8
Ἀρβεθίων, Πέτρος οἱ ἐπίσκοποι ἤκουσαν, ἔδειξε δὲκαὶ ὁ θυμὸς τοῦ βασιλέως. ὁ γὰρ
87.1.9
τοιαῦτα γράψας καὶ καταγινώσκων τῆς ἀδικίας αὐτῶν, ὡς ἤκουσε τὴν τοιαύτην
87.1.10
διαβολήν, εὐθὺς ἐπυρώθη καὶ ἀντὶ τῆς ἀκροάσεως εἰς τὰς Γαλλίας 87. 3 ἡμᾶς
87.1.11
ἀπέστειλεν. ἀλλὰ καὶ τοῦτο μᾶλλον αὐτῶν δείκνυσι τὴν πονηρίαν· ὁ γὰρ μακα ρίτης
87.1.12
Κωνσταντῖνος ὁ νεώτερος ἀποστέλλων ἡμᾶς εἰς τὴν πατρίδα καὶ μεμνημένος ὧν
87.1.13
ἔγραψεν ὁ πατὴρ αὐτοῦ, ἔγραψε καὶ αὐτὸς ταῦτα· 87. 4 Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ
87.1.14
τῆς καθολικῆς ἐκκλησίας πόλεως Ἀλεξαν δρείας. Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς
87.1.15
ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθα νάσιον τὸν τοῦ προσκυνητοῦ
87.1.16
νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵν', ἐπειδὴ ἡ ἀγριότης
87.1.17
τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς
87.1.18
ἐπέμεινε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ. 87. 5 πρὸς τὸ
87.1.19
διαπαῖξαι τοίνυν ταύτην ἀφαιρεθεὶς τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν
87.1.20
ὑπ' ἐμοὶ διάγειν κεκέλευσται, οὕτως ὡς ἐν ταύτῃ τῇ πόλει, ἐν ᾗ διέτριβε, πᾶσι τοῖς
87.1.21
ἀναγκαίοις ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ ταῖς θείαις
87.1.22
πεποι 87. 6 θυῖα βοηθείαις καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. τοιγαροῦν εἰ
87.1.23
καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν
87.1.24
Κωνσταντῖνος ὁ Σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ
87.1.25
παρασχεῖν προῄρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς πρὸ τοῦ τὴν
87.1.26
εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας
87.1.27
μνήμης βασιλέως διαδεξάμενος πλη 87. 7 ρῶσαι. ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχοι
87.1.28
προσόψεως, ὅσης αἰδοῦς τετύχηκε, γνώ σεσθε. οὐ γὰρ θαυμαστόν, εἴ τι δ' ἂν ὑπὲρ
87.1.29
αὐτοῦ πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν καὶ τὸ τοῦ
87.1.30
τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. ἡ θεία πρόνοια ὑμᾶς
87.1.31
διαφυλάξει, ἀγαπητοὶ ἀδελφοί. ἐδόθη πρὸ δεκαπέντε καλανδῶν Ἰουλίων ἐν
87.1.32
Τριβέροις .