Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
88.1.1
Ταύτης τῆς αἰτίας οὔσης δι' ἣν ἀπεστάλημεν εἰς τὰς Γαλλίας, τίς πάλιν
88.1.2
οὐ συνορᾷ τὴν μὲν τοῦ βασιλέως προαίρεσιν, τὴν δὲ τῶν περὶ τὸν Εὐσέβιον φονικὴν
88.1.3
ψυχήν, καὶ ὅτι τοῦτο πεποίηκε βασιλεύς, ἵνα μή τινα μείζονα συσκευὴν
88.1.4
βουλεύσωνται; ἐπήκουσε γὰρ ἁπλῶς. αὕτη τῶν περὶ Εὐσέβιον ἡ πρᾶξις, αὕτη τῆς
88.1.5
καθ' ἡμῶν συσκευῆς ἡ μηχανή. 88. 2 τίς ταῦτα συνορῶν οὐκ ἂν εἴποι μηδὲν κατὰ
88.1.6
χάριν ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ' ὅτι δι καίως καὶ ἀκολούθως τὸ τοσοῦτον πλῆθος
88.1.7
τῶν ἐπισκόπων καὶ ἰδίᾳ καὶ κοινῇ τοιαῦτα μὲν 88. 3 ὑπὲρ ἡμῶν ἔγραψε, τῆς δὲ
88.1.8
συκοφαντίας τῶν ἐχθρῶν κατέγνωσαν; τίς τὰ τοιαῦτα καὶ τοσαῦτα θεωρήσας οὐκ ἂν
88.1.9
εἴποι ὅτι καὶ Οὐάλης καὶ Οὐρσάκιος εἰκότως κατέγνωσαν ἑαυτῶν καὶ
88.1.10
μεταγινώσκοντες τοιαῦτα καθ' ἑαυτῶν ἔγραψαν, μᾶλλον ἑλόμενοι πρὸς ὀλίγον
88.1.11
αἰσχυνθῆναι ἢ αἰωνίως τὴν τῶν συκοφαντῶν ὑπομεῖναι τιμωρίαν;