Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
89.1.1
Διὰ τοῦτο γὰρ δικαίως καὶ ἐκκλησιαστικῶς ποιοῦντες καὶ οἱ μακάριοι
89.1.2
συλλειτουργοὶ ἡμῶν, ἐπειδή τινες ἀμφίβολα τὰ καθ' ἡμᾶς ἔλεγον καὶ ἀκυροῦν
89.1.3
ἐβιάζοντο τὰ ὑπὲρ ἡμῶν κριθέντα, πάντα παθεῖν ὑπέμειναν νῦν καὶ ἐξορισθῆναι
89.1.4
εἵλοντο ἢ λυομένας ἰδεῖν τὰς τῶν 89. 2 τοσούτων ἐπισκόπων κρίσεις. εἰ μὲν οὖν πρὸς
89.1.5
τοὺς βουλευσαμένους καθ' ἡμῶν καὶ ἐθελήσαντας ἀνατρέψαι τὰ ὑπὲρ ἡμῶν ἄχρι
89.1.6
λόγων ἦσαν ἐνστάντες οἱ ἀληθῶς ἐπίσκοποι ἢ οἱ τυχόντες ἦσαν ἄνδρες ἀλλὰ μὴ
89.1.7
ἐπισήμων πόλεων καὶ κεφαλαὶ τοσούτων ἐκκλησιῶν, ἦν ἂν ὑποπτεύειν μὴ ἄρα
89.1.8
κεχαρισμένα ποιοῦντες πάλιν ἐφιλονείκησαν καὶ νῦν αὐτοί· 89. 3 ὅτε δὲ καὶ
89.1.9
λογισμοῖς ἔπειθον καὶ ἐξορισμὸν ὑπέμειναν καὶ Λιβέριός ἐστιν ὁ τῆς Ῥώμης
89.1.10
ἐπίσκοπος· εἰ γὰρ καὶ εἰς τέλος οὐχ ὑπέμεινε τοῦ ἐξορισμοῦ τὴν θλῖψιν, ὅμως διετίαν
89.1.11
ἔμεινεν ἐν τῇ μετοικίᾳ γιγνώσκων τὴν καθ' ἡμῶν συσκευήν· καὶ ἐπειδὴ καὶ Ὅσιος ὁ
89.1.12
μέγας ἐστί, καὶ οἱ τῆς Ἰταλίας καὶ οἱ τῶν Γαλλίων καὶ ἄλλοι ἀπὸ Σπανίων καὶ ἀπ'
89.1.13
Αἰγύπτου 89. 4 καὶ Λιβύης καὶ οἱ τῆς Πενταπόλεως πάντες· εἰ γὰρ καὶ πρὸς ὀλίγον
89.1.14
φοβηθεὶς τὰς ἀπειλὰς Κωνσταντίου ἔδοξεν ἐκείνοις μὴ ἀντιλέγειν, ἀλλ' ἡ πολλὴ βία
89.1.15
καὶ τυραννικὴ ἐξουσία Κωνσταντίου καὶ αἱ πλεῖσται ὕβρεις καὶ πληγαὶ δείκνυσιν, ὅτι
89.1.16
μὴ καταγνοὺς ἡμῶν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τοῦ γήρως οὐ φέρων τὰς πληγὰς πρὸς
89.1.17
καιρὸν εἶξεν αὐτοῖς, δίκαιόν ἐστι πλέον πάντας ὡς πληροφορηθέντας μισεῖν καὶ
89.1.18
ἀποστρέφεσθαι τὴν ἀδικίαν καὶ τὴν βίαν τὴν καθ' ἡμῶν γενομένην διὰ τὸ μάλιστα
89.1.19
δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν ἀρειανὴν ἀσέβειαν ἡμᾶς ταῦτα πεπονθέναι.