Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Τούτων τοίνυν οὕτως ὁμολογουμένων καὶ παρ' αὐτῶν ἐναντίως
8.1.2
προφερομένων ποίαν ἔχει πίστιν ἡ παρ' αὐτῶν θρυλουμένη σύνοδος ἢ κρίσις; οἱ γὰρ
8.1.3
οὕτως ἐπιβαίνειν τολμῶντες, οἷς οὐκ εἶδον, οἷς οὐκ ἐδίκασαν, ἐφ' οἷς οὐ συνῆλθον,
8.1.4
καὶ γράφειν ὡς πληρο φορηθέντες, πῶς ἐφ' οἷς συνεληλυθέναι λέγουσι πιστευθῆναι
8.1.5
δύνανται, ἀλλ' οὐ κατ' ἔχθραν 8. 2 κἀκεῖνα πεποιηκέναι καὶ ταῦτα πιστευθήσονται;
8.1.6
ποία γὰρ καὶ σύνοδος ἐπισκόπων ἦν τότε; ποῖον συνέδριον ἀληθείας ἐχόμενον; τίς
8.1.7
τῶν πλειόνων ἐν αὐτοῖς οὐκ ἐχθρὸς ἡμέτερος ἦν; οὐ διὰ τὴν Ἀρείου μανίαν οἱ περὶ
8.1.8
Εὐσέβιον καθ' ἡμῶν ὥρμησαν; οὐ τοὺς ἄλλους συμφρονοῦντας αὐτοῖς ἐπήγοντο;
8.1.9
οὐκ ἀεὶ κατ' αὐτῶν ἐγράφομεν ὡς τὰ Ἀρείου 8. 3 φρονούντων; οὐκ Εὐσέβιος ὁ ἐν
8.1.10
Καισαρείᾳ τῆς Παλαιστίνης ἐπὶ θυσίᾳ κατηγορεῖτο ὑπὸ τῶν σὺν ἡμῖν ὁμολογητῶν;
8.1.11
οὐ Γεώργιος ὡς καθαιρεθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ μακαρίου ἠλέγχετο; οὐκ ἐπ' ἄλλοις
8.1.12
ἄλλοι καὶ διαφόροις ηὐθύνοντο; πῶς οὖν οὗτοι συνιέναι καθ' ἡμῶν ἤθελον; πῶς δὲ
8.1.13
σύνοδον ὀνομάζειν τολμῶσιν, ἧς κόμης προυκάθητο καὶ παρῆν σπεκουλάτωρ καὶ
8.1.14
κομενταριήσιος ἡμᾶς εἰσῆγεν ἀντὶ διακόνων τῆς ἐκκλησίας; ἐκεῖνος ἐφθέγγετο καὶ
8.1.15
οἱ παρόντες ἐσιώπων, μᾶλλον δὲ ὑπήκουον τῷ κόμητι, καὶ τὸ κινοῦν τοὺς
8.1.16
δοκοῦντας ἐπισκόπους ὑπὸ τῆς ἐκείνου βουλῆς ἐνεποδίζετο. ἐκεῖνος ἐκέλευεν, ἡμεῖς
8.1.17
ὑπὸ στρατιωτῶν ἠγόμεθα, μᾶλλον δὲ τῶν περὶ Εὐσέβιον κελευόντων ἐκεῖνος ταῖς
8.1.18
τούτων ἐξυπηρετεῖτο γνώ 8. 4 μαις. τὸ δὲ ὅλον, ἀγαπητοί, ποία σύνοδος ἔνθα τὸ
8.1.19
τέλος ἐξοριστία καὶ φόνος εἰς δόξαν ἦν βασιλεῖ; ποῖα δὲ καὶ τὰ ἐγκλήματα; μεῖζον
8.1.20
γὰρ ἐπὶ τούτοις τὸ κατ' αὐτῶν θαῦμα. Ἀρσένιός τις ἦν, ὃν πεφονεῦσθαι ἐμέμφοντο,
8.1.21
καὶ ποτήριον διέβαλλον κεκλάσθαι μυστικόν. ἀλλ' Ἀρσένιος μὲν ζῇ, καὶ μεθ' ἡμῶν
8.1.22
εὔχεται συνάγεσθαι καὶ οὐκ ἄλλας ἀναμένει μαρτυρίας, ἵνα ζῶν φανῇ, ἀλλ' αὐτὸς
8.1.23
ὁμολογεῖ ζῆν οἰκείοις γράμμασι πρὸς τὸν συνεπίσκοπον ἡμῶν Ἀθανάσιον γράφων,
8.1.24
ὃν αὐτοῦ φονέα διεβεβαιοῦντο. καὶ οὐκ ᾐδοῦντο οἱ ἀσεβεῖς ἄνδρα πρὸ τοσούτου
8.1.25
διαστήματος καὶ πλῷ καὶ πεζῇ πάμπολυ μῆκος ἀπέχοντα παρ' αὐτοῦ πεφονεῦσθαι
8.1.26
κατηγοροῦντες, οὗ κατ' ἐκείνους τοὺς χρόνους μηδὲ τὴν χώραν εἶδεν ἄνθρω 8. 5 πος.
8.1.27
ἀλλὰ καὶ κρύψαι τετολμήκασι καὶ ἀφανῆ καταστῆσαι μηδὲν παθόντα. καὶ εἰ οἷόν τε
8.1.28
ἦν, εἰς ἄλλην οἰκουμένην ἂν μετετίθεσαν, μᾶλλον δὲ καὶ τοῦ ζῆν ἀληθῶς ἂν ἐξήγα
8.1.29
γον, ἵνα εἴτε ἐπαληθεύοντες εἴτε πλασάμενοι φόνον ἀληθῶς Ἀθανάσιον
8.1.30
ἀποκτείνωσιν. ἀλλὰ τῇ θείᾳ προνοίᾳ καὶ ἐν τούτῳ χάρις τῇ μηδὲν ἄδικον ἰσχύειν
8.1.31
ἐπιτρεπούσῃ, ἀλλ' ὑπὸ τὰς πάντων ὄψεις Ἀρσένιον ὑπαγούσῃ ζῶντα καὶ φανερῶς
8.1.32
τὴν τότε συσκευὴν καὶ συκο φαντίαν ἐλέγχοντα. οὐ γὰρ ὡς φονέας ἀποστρέφεται
8.1.33
οὐδὲ ὡς ἠδικηκότας μισεῖ· πέπονθε γὰρ ὅλως οὐδέν, ἀλλὰ κοινωνεῖν ἡμῖν ἀξιοῖ καὶ
8.1.34
συναριθμεῖσθαι βούλεται, δι' ὧν ἔγραψε.

Intertext edge

Open linked passage

Note