Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
Καὶ ὅμως Ἀθανάσιος μὲν συνεσκευάζετο παρ' αὐτῶν ὡς τὸν ζῶντα
9.1.2
πεφονευκώς, ἐξωρίζετο δὲ παρὰ τῶν αὐτῶν. οὐδὲ γὰρ ὁ πατὴρ τῶν βασιλέων τοῦτον
9.1.3
ἐξώρισεν, 9. 2 ἀλλ' αἱ τούτων διαβολαί. σκοπεῖτε γάρ, εἰ μὴ οὕτως ἔχει. ὡς οὐδὲν μὲν
9.1.4
ηὑρίσκετο κατὰ τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου, ὁ δὲ κόμης ἐβιάζετο καὶ πολὺς
9.1.5
ἦν σπουδάζων κατ' αὐτοῦ, ὁ μὲν ἐπίσκοπος Ἀθανάσιος φυγὼν τὴν γενομένην βίαν
9.1.6
ἀνῆλθε πρὸς τὸν εὐσεβέστατον βασιλέα παραιτούμενος ἅμα καὶ τὸν κόμητα καὶ τὰς
9.1.7
ἐκείνων συσκευάς, ἀξιῶν δὲ νόμιμον ἐπισκόπων σύνοδον συγκροτηθῆναι ἢ καὶ
9.1.8
αὐτὸν δέξασθαι τὴν ἀπο 9. 3 λογίαν ὧν ἐπήγαγον αὐτῷ. καὶ γράφει μὲν βασιλεὺς
9.1.9
ἀγανακτῶν καὶ προσκαλε σάμενος αὐτοὺς ἐπαγγελλόμενός τε αὐτὸς ἀκροάσασθαι ὁ
9.1.10
καὶ τὴν σύνοδον κελεύσας γε νέσθαι. οἱ δὲ περὶ Εὐσέβιον ἀνελθόντες διαβάλλουσιν
9.1.11
Ἀθανάσιον οὐκέτι μὲν τὰ ἐν Τύρῳ θρυλούμενα παρ' αὐτῶν, περὶ σίτου δὲ καὶ πλοίων
9.1.12
ἐποχῆς, ὡς Ἀθανασίου ἐπαγγειλα μένου δύνασθαι κωλύειν τὴν ἀπὸ Ἀλεξανδρείας
9.1.13
εἰς Κωνσταντινούπολιν τοῦ σίτου μετακομιδήν· ταῦτά τινες τῶν ἐξ ἡμῶν ἔνδον
9.1.14
ὄντες μετὰ Ἀθανσίου ἀκηκόασι τοῦ βασι 9. 4 λέως ἀπειλοῦντος. εἶτα τοῦ Ἀθανασίου
9.1.15
ὀδυρομένου ἐπὶ τῇ διαβολῇ καὶ διαβεβαιου μένου μὴ εἶναι ταύτην ἀληθῆ (πῶς γὰρ
9.1.16
ἂν ἰδιώτης ἄνθρωπος καὶ πένης τηλικαῦτα δύναιτο); Εὐσέβιος οὐδὲ δημοσίᾳ
9.1.17
παραιτησάμενος τὴν διαβολὴν ὤμνυε τὸν Ἀθανάσιον εἶναι πλούσιον καὶ δυνατὸν
9.1.18
καὶ ἱκανὸν πρὸς πάντα, ἵνα ἐκ τούτων κἀκεῖνα εἰρηκὼς Ἀθα νάσιος νομισθῇ. ταῦτα
9.1.19
μὲν οἱ σεμνοὶ κατηγόρουν ἐπίσκοποι, ἡ δὲ τοῦ θεοῦ χάρις κρείτ των τῆς πονηρίας
9.1.20
αὐτῶν γεγένηται, τὴν γὰρ εὐσέβειαν τοῦ βασιλέως εἰς φιλανθρωπίαν κεκίνηκε καὶ
9.1.21
ἀντὶ θανάτου τὴν ἐξοριστίαν παρέσχεν. 9. 5 Οὐκοῦν αἱ διαβολαὶ καὶ οὐδὲν ἄλλο
9.1.22
τούτων αἴτιαι. ὁ μὲν γὰρ βασιλεὺς πρὸ τούτου γράφων τὴν συσκευὴν ἐμέμψατο, τὴν
9.1.23
ἐπιβουλὴν ᾐτιάσατο τῶν Μελιτιανῶν κατεψηφίσατο, ἀθεμίτους, ἀρᾶς ἀξίους, τὰ
9.1.24
δεινότατα αὐτοὺς ἐγγράφως εἰπών. κεκίνη ται γὰρ νεκρὸν ἀκηκοὼς ἄνθρωπον, ὃς
9.1.25
ἐν τοῖς ζῶσιν ἦν· κεκίνηται φόνον ἀκού σας ἐπὶ ζῶντι καὶ τοῦ βίου μὴ στερηθέντι, οὗ
9.1.26
καὶ τὴν ἐπιστολὴν ἀπεστείλαμεν.

Intertext edge

Open linked passage

Note