Apologia de fuga sua
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Τίς τοίνυν οὐ συνορᾷ τὴν πανουργίαν αὐτῶν; Τίνι τοῦτο κατάδηλον οὐκ ἔστιν ὅτι μὴ δι' ἀρετὴν ὀνειδίζουσι δειλίαν, ἀλλ' αἵματα διψῶντες, ὥσπερ σαγήναις, χρῶνται ταῖς ἰδίαις κακοτεχνίαις, νομίζοντες ἐν ταύταις συλλαμβά νεσθαι οὓς ἐὰν ζητῶσιν ἀναιρῆσαι; Τοιούτους γὰρ αὐτοὺς αἱ πράξεις ἔδειξαν καὶ ἤλεγξαν τὸν τρόπον αὐτῶν, θηρίων μὲν ἀγριώτερον, Βαβυλωνίων δὲ ὠμότερον. Καὶ εἰ καὶ αὐτάρκης ἐκ τούτων ἐστὶν ὁ κατ' αὐτῶν ἔλεγχος, ὅμως, ἐπειδὴ κατὰ «τὸν πατέρα ἑαυτῶν τὸν διάβολον» ἁπαλοῖς τοῖς λογαρίοις σχηματίζονται ὥστε δειλίαν ἐγκαλεῖν, δειλότεροι λαγωῶν ὄντες αὐτοί, φέρε καὶ τὰ ἐκ τῶν θείων γραφῶν περὶ τῶν τοιούτων γεγραμμένα θεωρήσωμεν. Δειχθήσονται γὰρ οὐδὲν ἧττον καὶ πρὸς ταύτας μὲν μαχόμενοι, τῶν δὲ ἁγίων τὰς ἀρετὰς διαβάλλοντες· εἰ γὰρ λοιδοροῦσι τοὺς κρυπτομένους ἀπὸ τῶν ζητούντων ἀνελεῖν καὶ διαβάλλουσι τοὺς φεύγοντας ἀπὸ τῶν διωκόντων, τί ποιήσουσιν ὁρῶντες τὸν μὲν Ἰακὼβ φεύγοντα τὸν ἀδελφὸν Ἡσαῦ, τὸν δὲ Μωσῆν εἰς Μαδιὰμ ἀναχωροῦντα διὰ τὸν φόβον τοῦ Φαραώ; Τί δὲ τοιαῦτα φλυαροῦντες ἀπολογήσονται τῷ Δαυὶδ φεύγοντι τὸν Σαοὺλ ἀπὸ τῆς οἰκίας, ὅτε ἀπέστειλεν αὐτὸν ἀναιρεθῆναι, καὶ κρυπτομένῳ μὲν τοῦτον ἐν τῷ σπηλαίῳ, «ἀλλοιοῦντι δὲ τὸ πρόσωπον ἑαυτοῦ», ἕως ἂν παρέλθῃ τὸν Ἀβιμέλεχ καὶ τὴν ἐπιβουλὴν ἐκκλίνῃ; Τί δ' ἂν εἴποιεν οἱ πάντα λέγοντες εὐχερῶς, βλέποντες τὸν μέγαν Ἠλίαν ἐπικαλούμενον μὲν τὸν Θεὸν καὶ νεκρὸν ἐγείροντα, κρυπτόμενον δὲ διὰ τὸν Ἀχαὰβ καὶ φεύγοντα διὰ τὰς ἀπειλὰς τῆς Ἰεζάβελ; Τότε γὰρ ζητούμενοι καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκρύπτοντο λανθάνοντες ἐν τοῖς σπηλαίοις παρὰ τῷ Ἀβδιοῦ.