Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia de fuga sua
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ἢ τούτοις μὲν ὡς παλαιοῖς οὐκ ἐνέτυχον, τῶν δὲ κατὰ τὸ εὐαγγέλιον οὐδεμίαν μνήμην ἔχουσι. Καὶ γὰρ καὶ οἱ μαθηταὶ «διὰ τὸν φόβον τῶν Ἰουδαίων» ἀνεχώρουν κρυπτόμενοι, καὶ ὁ Παῦλος ἐν Δαμασκῷ, παρὰ τοῦ ἐθνάρχου ζητούμενος, «ἀπὸ τοῦ τείχους ἐν σαργάνῃ κεχάλασται καὶ ἐξέφυγε τοῦ ζητοῦντος τὰς χεῖρας». Τῆς τοίνυν γραφῆς τοιαῦτα λεγούσης περὶ τῶν ἁγίων, ποίαν ἄρα πρόφασιν τῆς ἑαυτῶν προπετείας ἐξευρεῖν δυνήσονται; Ἄν τε γὰρ δειλίαν ὀνειδίσωσι κατ' αὐτῶν, μαινομένων τὸ τόλμημα, ἂν δὲ καὶ ὡς παρὰ τὸ βούλημα τοῦ Θεοῦ ποιοῦντας αὐτοὺς διαβάλλωσιν, οὐκ εἰδότες εἰσὶ παντελῶς τὰς γραφάς. Ἐν μὲν γὰρ τῷ νόμῳ πρόσταξις ἦν ἐκταγῆναι καὶ πόλεις φυγαδευτηρίων, ὑπὲρ τοῦ τοὺς ζητουμένους εἰς θάνατον, ὅπως δήποτε δύνασθαι διασῴζε σθαι. Ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων παραγενόμενος αὐτὸς ὁ τῷ Μωσεῖ λαλήσας Λόγος τοῦ Πατρὸς πάλιν ἐντολὴν ταύτην δίδωσι λέγων· «ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν»· καὶ μετ' ὀλίγα φησίν· «ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ὑποστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ». Ταῦτα γὰρ εἰδότες οἱ ἅγιοι, τοιαύτην εἶχον τὴν τῆς πολιτείας ἀγωγήν. Ἃ γὰρ νῦν προσέταξεν ὁ Κύριος, ταῦτα καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας ἐν τοῖς ἁγίοις ἐλάλει· καὶ ἔστιν οὗτος ὅρος ἀνθρώποις εἰς τελειότητα φέρων, ὃ δ' ἂν ὁ Θεὸς προστάξῃ τοῦτο ποιεῖν.

Intertext edge

Open linked passage

Note