Apologia de fuga sua
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Ὡς μὲν οὖν Θεὸς καὶ Λόγος ὢν τοῦ Πατρὸς καιρὸν οὐκ εἶχεν· αὐτὸς γὰρ τῶν καιρῶν ἐστι δημιουργός· ἄνθρωπος δὲ γενόμενος καὶ τοῦτο λέγων δείκνυσιν ἑκάστῳ τῶν ἀνθρώπων χρόνον εἶναι μεμετρημένον, καὶ χρόνον οὐ τὸν κατὰ τύχην, ὥς τινες τῶν Ἑλλήνων νομίζοντες μυθολο γοῦσιν, ἀλλ' ὃν αὐτὸς δημιουργὸς ὤν, ὡς ἠθέλησεν ὁ Πατήρ, ὥρισεν ἑκάστῳ. Καὶ τοῦτο γέγραπται καὶ πᾶσι γέγονε φανερόν· εἰ γὰρ καὶ κέκρυπται καὶ λανθάνει πάντας ἀνθρώπους τὸ πῶς καὶ τὸ πόσον ἑκάστῳ μεμέτρηται, ἀλλ' ὅμως πᾶς ὁστισοῦν οἶδεν ὅτι, ὡς ἔαρος καὶ θέρους καὶ φθινοπώρου καὶ χειμῶνός ἐστι καιρός, οὕτως κατὰ τὸ γεγραμμένον «καιρὸς τοῦ ἀποθανεῖν καὶ καιρὸς τοῦ ζῆν ἐστι». Διὰ τοῦτο τῆς μὲν κατὰ Νῶε γενεᾶς ὁ χρόνος ἀπετμήθη, καὶ ὡς τοῦ καιροῦ πάντων παρόντος, συνεστάλη τὰ ἔτη, καὶ τῷ Ἐζεκίᾳ προσετέθησαν ἔτη δέκα καὶ πέντε. Τοῦ δὲ Θεοῦ ἐπαγγελλομένου τοῖς γνησίως αὐτῷ λατρεύουσιν, ὅτι «τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω», ὁ μὲν Ἀβραὰμ «πλήρης ἡμερῶν» ἀποθνῄσκει, ὁ δὲ Δαυὶδ παρεκάλει λέγων· «μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου». Καὶ ὁ μὲν εἷς τῶν φίλων τοῦ Ἰὼβ Ἐλιφὰζ τοῦτο καλῶς εἰδὼς ἔλεγεν· «ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θημωνία ἅλωνος καθ' ὥραν συγκομισθεῖσα»· ὁ δὲ Σολομών, ἐπισφραγίζων τούτου τὴν φωνήν, φησίν· «ἀφαιροῦνται ἄωροι ψυχαὶ παρανόμων». Διὸ καὶ παραινεῖ ἐν τῷ Ἐκκλησιαστῇ λέγων· «μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου».