Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia de fuga sua
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Ὥσπερ δὲ ταῦτα γέγραπται, δείκνυσιν ὁ Λόγος τοὺς ἁγίους εἰδέναι χρόνον ἑκάστῳ τῶν ἀνθρώπων μεμετρημένον. Τοῦ δὲ μηδένα γινώσκειν τὸ τέλος τοῦ χρόνου γνώρισμα τὸ λέγειν τὸν Δαυίδ· «τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι», ὃ γὰρ οὐκ ἠπίστατο τοῦτο μαθεῖν ἠξίου. Διὰ τοῦτο γοῦν ὁ πλούσιος, νομίζων ἔτι πολὺν ζήσεσθαι χρόνον, ἤκουσεν· «ἄφρον, ταύτῃ τῇ νυκτὶ ζητοῦσί σου τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας τίνι ἔσται»; Ὁ δὲ Ἐκκλησιαστὴς ἀποφαίνεται θαρρῶν τῷ Πνεύματι τῷ Ἁγίῳ καί φησι· «καί γε οὐκ ἔγνω ἄνθρωπος τὸν καιρὸν αὐτοῦ». Διὰ τοῦτο γὰρ καὶ ὁ πατριάρχης Ἰσαὰκ ἔλεγε τῷ υἱῷ αὐτοῦ τῷ Ἡσαῦ· «ἰδοὺ ἐγὼ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου». Ὁ μὲν οὖν Κύριος, καίτοι Θεὸς ὢν καὶ Λόγος τοῦ Πατρός, καὶ εἰδὼς τὸν μετρηθέντα τοῖς πᾶσι δι' αὐτοῦ καιρὸν καὶ γινώσκων ὃν αὐτὸς ὥρισε καὶ τῷ ἰδίῳ σώματι χρόνον εἰς τὸ παθεῖν, ἐπειδὴ δι' ἡμᾶς ἄνθρωπος γέγονε, τὰς μὲν πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἡμέρας καὶ αὑτός, ὡς ἡμεῖς, ἐκρύπτετο ζητούμενος, διωκόμενός τε ἔφευγε, καὶ τὰς ἐπιβουλὰς ἐκκλίνων οὕτως διήρχετο, καὶ «διὰ μέσου αὐτῶν ἐπορεύετο»· ὅτε δὲ καὶ τὸν ὁρισθέντα παρ' αὐτοῦ καιρὸν ἤγαγεν αὐτός, ἐν ᾧ καὶ παθεῖν σωματικῶς ὑπὲρ πάντων ἤθελε, τοῦτον μὲν προσφωνεῖ τῷ Πατρὶ λέγων· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν», οὐκέτι δὲ λοιπὸν τοὺς ζητοῦντας ἐκρύπτετο, ἀλλ' εἱστήκει θέλων κρατηθῆναι παρ' αὐτῶν. Εἶπε γάρ, φησί, τοῖς ἐλθοῦσι πρὸς αὐτόν· «τίνα ζητεῖτε; τῶν δὲ ἀποκριναμένων· Ἰησοῦν τὸν Ναζωραῖον, ἔλεγεν αὐτοῖς· ἐγώ εἰμι ὃν ζητεῖτε», καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον πεποίηκε· καὶ οὕτως λοιπὸν ἀπήγαγον αὐτὸν πρὸς τὸν Πιλάτον. Οὔτε δὲ πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἤφιεν ἑαυτὸν κρατεῖσθαι, οὔτε τοῦ καιροῦ παρόντος ἐκρύπτετο, ἀλλὰ καὶ ἔκδοτον ἑαυτὸν ἐδίδου τοῖς ἐπιβουλεύουσιν, ἵνα δείξῃ πᾶσι τῆς ἄνωθεν κρίσεως ἠρτῆσθαι τὴν ζωὴν καὶ τὸν θάνατον τῶν ἀνθρώπων, καὶ ὅτι ἄνευ τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς οὐδὲ θρὶξ ἀνθρώπου δύναται λευκὴ ἢ μέλαινα γενέσθαι οὐδὲ στρουθίον εἰς παγίδα ἐμπεσεῖν ποτε.

Intertext edge

Open linked passage

Note