Apologia de fuga sua
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Ὁ μὲν οὖν Κύριος οὕτως ἑαυτὸν προσῆγεν ὑπὲρ πάντων, ὡς προείρηται· οἱ δὲ ἅγιοι καὶ τοῦτον τὸν τύπον παρὰ τοῦ Σωτῆρος μαθόντες (παρ' αὐτοῦ γὰρ καὶ πρὸ τούτου καὶ ἀεὶ πάντες ἐδιδάσκοντο), πρὸς μὲν τοὺς διώκοντας ἀγωνιζόμενοι, νομίμως ἔφευγον, καὶ ζητούμενοι παρ' αὐτῶν ἐκρύπτοντο· ἀγνοοῦντες δέ, ὡς ἄνθρωποι, τοῦ ὁρισθέντος αὐτοῖς παρὰ τῆς Προνοίας χρόνου τὸ τέλος, οὐκ ἐβούλοντο παρέχειν ἁπλῶς ἑαυτοὺς ἐκδότους τοῖς ἐπιβουλεύουσιν· εἰδότες δὲ πάλιν τὸ γεγραμμένον, ὅτι «ἐν ταῖς χερσὶ τοῦ Θεοῦ εἰσιν οἱ κλῆροι» τῶν ἀνθρώπων καὶ «Κύριος θανατοῖ καὶ Κύριος ζωοποιεῖ», μᾶλλον ἕως τέλους ὑπέμενον, ὡς εἴρηκεν ὁ Ἀπόστολος· «περιερχόμενοι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι, ἐπὶ ἐρημίαις πλανώμενοι, καὶ ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς» κρυπτόμενοι, ἕως ἂν ἢ ὁ ὡρισμένος τοῦ θανάτου χρόνος ἔλθῃ, ἢ ὁ τὸν χρόνον ὁρίσας Θεὸς λαλήσῃ πρὸς αὐτοὺς καὶ παύσῃ τοὺς ἐπιβουλεύοντας, ἢ δηλονότι παραδῷ τοὺς διωκομένους τοῖς διώκουσιν, ὡς ἂν αὐτῷ δόξῃ καλῶς ἔχειν. Καὶ τοῦτο περὶ πάντων ἀπὸ τοῦ Δαυὶδ ἔστι μαθεῖν καλῶς· ὅτε γὰρ κατὰ τοῦ Σαοὺλ παρώξυνεν αὐτὸν Ἰωάβ, ἔλεγεν αὐτός· «ζῇ Κύριος, ἐὰν μὴ ὁ Κύριος αὐτὸν παίσῃ ἢ ἔλθῃ ἡ ἡμέρα» τοῦ θανάτου αὐτοῦ, «ἢ καταβῇ εἰς πόλεμον καὶ προστεθῇ» εἰς τοὺς ὑπεναντίους, οὐ μὴ ἐποίσω «χεῖρά μου ἐπὶ χριστὸν Κυρίου».