Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia de fuga sua
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Εἰ δέ ποτε καὶ φεύγοντες προσήρχοντο τοῖς ζητοῦσιν, οὐδὲ τοῦτο ἁπλῶς ἔπραττον· τοῦ γὰρ Πνεύματος λαλοῦντος αὐτοῖς, οὕτως ἀπήντων ἐκείνοις θεοφιλεῖς τυγχάνοντες καὶ οὕτω πάλιν τὴν ἑαυτῶν ὑπακοὴν καὶ προθυμίαν ἐπιδεικνύ μενοι. Οἷος ἦν Ἠλίας ἀκούων παρὰ τοῦ Πνεύματος, καὶ φαινόμενος τῷ Ἀχαάβ, Μιχαίας τε ὁ προφήτης ἐρχό μενος πρὸς αὐτὸν τὸν Ἀχαάβ, καὶ ὁ ἐπικαλεσάμενος προ φήτης ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας, καὶ ἐντρέπων τὸν Ῥοβοάμ, καὶ Παῦλος ἐπικαλούμενος Καίσαρα. Οὐ γὰρ δὴ διὰ δειλίαν ἔφευγον, μὴ γένοιτο· μᾶλλον γὰρ τὴν φυγὴν εἶχον ἀγῶνα καὶ μελέτην κατὰ τοῦ θανάτου. Ἀλλὰ δύο ταῦτ' ἐφύλαττον καὶ ἐβουλεύοντο καλῶς, ὅτι μήτε ἑαυτοὺς ἁπλῶς προσῆγον· τοῦτο γὰρ ἦν ἑαυτὸν ἀποκτεῖναι ὑπεύθυνόν τε θανάτου γενέσθαι, καὶ ἀντιπρᾶξαι τῷ Κυρίῳ λέγοντι· «ἃ ὁ Θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω»· μήτε μέμψιν ὀλιγωρίας ἤθελον ὑπομένειν, ὡς ἀτονήσαντες πρὸς τὰς ἐν τῇ φυγῇ θλίψεις μείζονα καὶ δεινότερον πόνον ἐχούσας τοῦ θανάτου. Ὁ μὲν γὰρ ἀποθανὼν πέπαυται τοῦ πονεῖν, ὁ δὲ φεύγων προσδοκῶν καθ' ἡμέραν τὰς παρὰ τῶν ἐχθρῶν ἐφόδους, κουφότερον ἡγεῖται τὸν θάνατον· ὥστε καὶ τοὺς ἐν τῇ φυγῇ τελειωθέντας μὴ ἀκλεῶς ἀποθνῄσκειν, ἀλλ' ἔχειν καὶ αὐτοὺς τοῦ μαρτυρίου τὸ καύχημα. Διὰ τοῦτο γὰρ καὶ ὁ Ἰὼβ ἐν ἀνδρείᾳ μέγας ἐγνώσθη, ἐπειδὴ ζῶν τοσούτους καὶ τηλικούτους ὑπέμεινε πόνους, ὧν οὐδεμίαν αἴσθησιν ἐλάμβανεν εἰ τελευτήσας ἦν. Διὰ τοῦτο καὶ αὐτοὶ οἱ μακάριοι πατέρες τοιαύτην εἶχον τῆς πολιτείας τὴν ἀγωγήν· διωκόμενοι μὲν γὰρ οὐκ ἐδειλίων, ἀλλὰ καὶ μᾶλλον ἐδείκνυον ἑαυτῶν τὴν τῆς ψυχῆς ἀνδρείαν, οὕτως ἐν πνιγηροῖς καὶ σκοτεινοῖς τόποις ἑαυτοὺς κατα κλείοντες, καὶ σκληρῶς ἑαυτοὺς ἄγοντες· παρόντα δὲ πάλιν τοῦ θανάτου τὸν καιρὸν οὐ παρῃτοῦντο. Ἔμελε γὰρ αὐτοῖς μήτε τοῦτον παρόντα πτήσσειν μήτε τὴν ὡρισμένην παρὰ τῆς Προνοίας κρίσιν προλαμβάνειν, μήτ' αὖ πρὸς τὴν οἰκονομίαν αὐτῆς ἀντιπράττειν, εἰς ἣν καὶ φυλαττομένους ἑαυτοὺς ἐγίνωσκον, ἵνα μὴ καὶ προπετῶς πράττοντες ἑαυτοῖς αἴτιοι τοῦ πτοεῖσθαι γένωνται· Οὕτω γὰρ καὶ γέγραπται· «ὁ προπετὴς χείλεσι πτοήσει ἑαυτόν».

Intertext edge

Open linked passage

Note