Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia de fuga sua
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1
Ἀμέλει τοσοῦτον ἦσαν παρεσκευασμένοι πρὸς τὴν τῆς ἀνδρείας ἀρετήν, ὡς μηδὲ τὸν τυχόντα δύνασθαι διστάσαι περὶ τούτου. Ὁ μὲν γὰρ πατριάρχης Ἰακώβ, φεύγων πρότερον τὸν Ἡσαῦ, οὐκ ἐφοβήθη παρόντα τὸν θάνατον, μᾶλλον γὰρ ἐν αὐτῷ τῷ καιρῷ κατ' ἀξίαν ἕκαστον τῶν πατριαρχῶν ηὐλόγει· ὁ δὲ μέγας Μωσῆς κρυπτόμενος πρὸ τούτου τὸν Φαραὼ καὶ δι' αὐτὸν ἀποδημήσας εἰς Μαδιὰμ ἀκούσας· «ἄπελθε εἰς Αἴγυπτον» οὐκ ἐφοβήθη, πάλιν τε προσταχθείς· «ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρεὶ καὶ τελεύτα» οὐ δειλιάσας ἀπέμεινεν, ἀλλὰ καὶ ἄσμενος ὥρμησεν εἰς αὐτό. Καὶ ὁ μὲν Δαυὶδ φεύγων πρότερον τὸν Σαούλ, οὐκ ἐφοβεῖτο προκινδυνεύων ἐν τοῖς πολέμοις ὑπὲρ τῶν λαῶν, ἀλλὰ καὶ περὶ θανάτου καὶ φυγῆς αἵρεσιν ἀκούσας, ἐξὸν αὐτῷ φεύγειν καὶ ζῆν, μᾶλλον εἵλετο τὸν θάνατον ὁ σοφός· ὁ δὲ μέγας Ἠλίας κρυπτόμενος πάλαι τὴν Ἰεζάβελ οὐκ ἐδειλίασεν ἀκούσας παρὰ τοῦ Πνεύματος ἀπαντῆσαι τῷ Ἀχαὰβ καὶ τὸν Ὀχοζίαν ἐλέγξαι. Πέτρος δὲ ὁ διὰ τὸν φόβον τῶν Ἰουδαίων κρυπτόμενος, καὶ Παῦλος ὁ ἀπόστολος ἐν σαργάνῃ χαλασθεὶς καὶ φυγών, ἀκούσαντες «εἰς Ῥώμην δεῖ ὑμᾶς μαρτυρῆσαι» οὐκ ἀνεβάλοντο τὴν ἀποδημίαν, χαίροντες δὲ μᾶλλον ἀπῆλθον. Καὶ ὁ μέν, ὡς πρὸς τοὺς ἰδίους σπεύδων, ἐγάννυτο σφαζόμενος, ὁ δὲ καὶ παρόντα τὸν καιρὸν οὐ κατέπτησσεν, ἀλλὰ καὶ ἐκαυχᾶτο λέγων· «ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε».

Intertext edge

Open linked passage

Note