Apologia de fuga sua
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Ταῦτα δὲ οὔτε τὴν προτέραν αὐτῶν φυγὴν κατὰ δειλίαν γεγενῆσθαι δείκνυσιν, οὔτε τὰ νῦν τὴν τυχοῦσαν αὐτοῖς πρᾶξιν μαρτυρεῖ, μεγάλην δέ τινα τῆς ἀνδρείας αὐτῶν τὴν ἀρετὴν ἀνακηρύττει. Οὐδὲ γὰρ ἀντὶ ῥαθυμίας εἶχον τὴν ἀναχώρησιν, ἀλλὰ καὶ μείζονα τότε τὸν τόνον τῆς ἀσκήσεως ἐπέτεινον· οὐδὲ κατεγινώσκοντο φεύγοντες, οὐδὲ κατηγοροῦντο δειλίας παρὰ τοιούτων, οἷοι νῦν εἰσιν οὗτοι οἱ φιλαίτιοι· ἀλλὰ καὶ μᾶλλον ἐμακαρίζοντο παρὰ τοῦ Κυρίου λέγοντος· «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης». Ἀλλ' οὐδὲ ἀνωφελὴς αὐτοῖς ὁ τοιοῦτος ἐγίνετο κάματος· ὡς γὰρ «χρυσὸν ἐν χωνευτηρίῳ δοκι μασθέντας», ὡς εἶπεν ἡ Σοφία, «εὕρισκεν αὐτοὺς ὁ Θεὸς ἀξίους ἑαυτοῦ». Καὶ αὐτοὶ τότε μᾶλλον ὡς σπινθῆρες ἀνέλαμπον», σῳζόμενοι μὲν ἀπὸ τῶν καταδιωκόντων αὐτούς, ῥυσθέντες δὲ ἐκ τῶν ἐπιβούλων, καὶ διὰ τοῦτο φυλαχθέντες τοῖς λαοῖς εἰς διδασκαλίαν, ὥστε καὶ τὴν φυγὴν αὐτῶν, καὶ τὸ διαδρᾶναι τῶν ζητούντων τὸν θυμὸν, κατ' οἰκονομίαν τοῦ Κυρίου γεγενῆσθαι. Τότε γὰρ οὕτως καὶ θεοφιλεῖς ἐγίνοντο καὶ καλλίστην εἶχον τῆς ἀνδραγαθίας τὴν μαρτυρίαν.