Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia de fuga sua
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ἀκούω Λεόντιον τὸν νῦν ἐν Ἀντιοχείᾳ καὶ Νάρκισσον τὸν ἀπὸ τῆς πόλεως Νέρωνος καὶ Γεώργιον τὸν νῦν ἐν Λαοδικείᾳ καὶ τοὺς σὺν αὐτοῖς Ἀρειανοὺς πολλὰ περὶ ἐμοῦ θρυλοῦντας καὶ λοιδοροῦντας, δειλίαν τε ἐγκαλοῦντας ὅτι δή, ζητούμενος ἀναιρεθῆναι παρ' αὐτῶν, οὐκ ἔκδοτον ἐμαυτὸν αὐτοῖς προσήγαγον. Πρὸς μὲν οὖν τὰς λοιδορίας καὶ τὰς συκοφαντίας αὐτῶν, καίτοι δυνάμενος πολλὰ γράφειν, ἃ μήτ' αὐτοὶ ἀρνεῖσθαι δύνανται ἀλλὰ καὶ πάντες ἐπιγινώσκουσιν οἱ κατ' αὐτῶν ἀκούοντες, ὅμως οὐδὲν προαχθήσομαι λέγειν πρὸς αὐτοὺς ἢ μόνον τὸ τοῦ Κυρίου ῥῆμα καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν ὅτι· «τὸ μὲν ψεῦδος ἐκ τοῦ διαβόλου ἐστίν», οὔτε δὲ «λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσιν». Ἀρκεῖ γὰρ αὐτοὺς ἐκ τούτων δειχθῆναι μηδὲν κατὰ τὸ Εὐαγγέλιον μήτε φρονοῦντας μήτε πράττοντας, κατὰ δὲ τὰς ἰδίας ἡδονὰς οἰομένους εἶναι καλὸν ὅπερ αὐτοὶ βούλονται.

Intertext edge

Open linked passage

Note