Apologia de fuga sua
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Οὐ μεμπτέα ἄρα, οὐδὲ ἀργὴ τῶν ἁγίων ἡ φυγή· εἰ γὰρ μὴ ἐξέκλινον τοὺς διώκοντας, πῶς ἐγίνετο τὸ ἐκ σπέρματος Δαυὶδ ἀνατεῖλαι τὸν Κύριον; ἢ τίνες ἔμελλον εὐαγγελίζεσθαι τὸν λόγον τῆς ἀληθείας; Καὶ γὰρ καὶ οἱ διώκοντες διὰ τοῦτο ἐζήτουν τοὺς ἁγίους, ἵνα μὴ ᾖ ὁ διδάσκων, ὁποῖα Ἰουδαῖοι παρήγγειλαν τοῖς ἀποστόλοις· ἀλλὰ διὰ τοῦτο πάντα ὑπέμενον, ἵνα τὸ εὐαγγέλιον κηρυχθῇ. Ἰδοὺ γοῦν καὶ οὕτως ἀγωνιζόμενοι οὐκ ἀργὸν εἶχον τὸν τῆς φυγῆς καιρόν, οὐδὲ διωκόμενοι ἐπελανθάνοντο τῆς ἑτέρων ὠφελείας, ἀγαθοῦ δὲ λόγου διάκονοι τυγχάνοντες οὐκ ἐφθόνουν οὐδὲ ταύτης μεταδιδόναι τοῖς πᾶσιν· ἀλλὰ καὶ φεύγοντες τὸ εὐαγγέλιον ἐκήρυττον, καὶ προύλεγον μὲν τῶν ἐπιβουλευόντων τὰς πανουργίας, ἠσφαλίζοντο δὲ τοὺς πιστοὺς ταῖς παραινέσεσιν. Ὁ μὲν οὖν μακάριος Παῦλος πείρᾳ μαθὼν προύλεγε μέν· «ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν Χριστῷ, διωχθήσονται», ἐπήλειφε δὲ εὐθὺς τοὺς φεύγοντας εἰπών· «δι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα». Κἂν γὰρ αἱ θλίψεις ὦσι συνεχεῖς, ἀλλ' «ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». Ὁ δὲ προφήτης Ἡσαίας, προσδοκωμένης τοιαύτης περιστάσεως, ὑπεμίμνησκε καὶ ἐβόα· «βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργή». Ὁ δὲ Ἐκκλησιαστὴς εἰδὼς τὰς κατὰ τῶν θεοσεβῶν ἐπιβουλὰς καὶ λέγων· «ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν τῇ χώρᾳ, μὴ θαυμάσῃς ἐν τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι, καὶ ὑψηλοὶ ἐπ' αὐτῆς καὶ περισσεία γῆς». Εἶχε τὸν πατέρα ἑαυτοῦ τὸν Δαυὶδ πείρᾳ, καὶ αὐτὸν μαθόντα τὰ ἐν τοῖς διωγμοῖς καὶ ἀσφαλιζόμενον τοὺς πάσχοντας ἐν τῷ λέγειν· «ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον»· τοῖς γὰρ οὕτως ὑπομένουσιν οὐκ ἄνθρωπος, ἀλλ' αὐτός φησι· «Κύριος βοηθήσει, καὶ ῥύσεται αὐτούς, ὅτι ἤλπισαν ἐπ' αὐτόν»· καὶ γὰρ κἀγὼ «ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου κατωτάτου καὶ ἀπὸ πηλοῦ ἰλύος». Ὠφέλιμος ἄρα τοῖς λαοῖς καὶ οὐκ ἄκαρπος ἡ φυγὴ τῶν ἁγίων δείκνυται, κἂν τοῖς Ἀρειανοῖς μὴ δοκῇ.