Apologia de fuga sua
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Οὕτω μὲν οὖν οἱ ἅγιοι, καθάπερ εἴρηται, φεύγοντες κατὰ περιττὸν καὶ δι' οἰκονομίαν ἐφυλάττοντο ὥσπερ ἰατροὶ τῶν δεομένων χάριν. Τοῖς δ' ἄλλοις καὶ πᾶσιν ἁπλῶς ἡμῖν τοῖς ἀνθρώποις νόμος οὗτος, φεύγειν διωκομένους καὶ κρύπτεσθαι ζητουμένους, καὶ μὴ προπετεύεσθαι μὲν ἐν τῷ πειράζειν τὸν Κύριον, περιμένειν δὲ αὐτούς, καθὰ προεῖπον, ἕως ἂν ὁ ὡρισμένος τοῦ θανάτου χρόνος ἔλθῃ, ἢ ὁ κριτής τι περὶ αὐτῶν βουλεύσηται, ὅπερ ἂν αὐτῷ δόξῃ καλῶς ἔχειν· εἶναι μέντοι τούτους ἑτοίμους, ὥστε καιροῦ καλέσαν τος καὶ κρατηθέντας «ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας μέχρι θανάτου». Ταῦτα καὶ οἱ μακάριοι μάρτυρες ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς ἐφύλαττον, καὶ διωκόμενοι μὲν ἔφευγον, καὶ λανθάνοντες ἐκαρτέρουν, εὑρισκόμενοι δὲ ἐμαρτύρουν. Εἰ δὲ καί τινες ἐξ αὐτῶν ἑαυτοῖς προσήρχοντο τοῖς διώ κουσι, καὶ τοῦτο οὐχ ἁπλῶς ἔπραττον· ἐμαρτύρουν γὰρ εὐθὺς καὶ πᾶσιν ἐγίνετο φανερὸν ὅτι παρὰ τοῦ Πνεύματος ἦν καὶ αὐτῶν ἡ προθυμία καὶ ἡ τοσαύτη πρόσοδος.