Apologia de fuga sua
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Οὐκοῦν ὅτε τοιαῦτα τοῦ Σωτῆρός ἐστι τὰ παραγγέλματα, καὶ τοιαῦται τῶν ἁγίων αἱ πράξεις, εἰπάτωσαν ἡμῖν οἱ μηδ' ὁτιοῦν ἄν τις εἴποι κατ' ἀξίαν ἑαυτῶν ἀκούοντες, πόθεν ἔμαθον αὐτοὶ τὸ διώκειν; Ἀπὸ μὲν γὰρ τῶν ἁγίων, οὐκ ἂν εἴποιεν· ἀπὸ δὲ τοῦ διαβόλου (τοῦτο γὰρ αὐτοῖς περιλείπεται) τοῦ λέγοντος· «διώξας καταλήψομαι». Καὶ τὸ μὲν φεύγειν ὁ Κύριος προσέταξε, καὶ οἱ ἅγιοι ἔφευγον, τὸ δὲ διώκειν διαβολικόν ἐστιν ἐπιχείρημα, καὶ κατὰ πάντων αὐτὸς αἰτεῖται τοῦτο. Τίνι τοίνυν δεῖ προσθέσθαι, πάλιν λεγέτωσαν· τοῖς τοῦ Κυρίου ῥήμασιν ἢ ταῖς αὐτῶν μυθολογίαις; Τίνων δὲ δεῖ μιμεῖσθαι τὰς πράξεις· τῶν ἁγίων ἢ ὧν ἂν ἐπινοήσωσιν αὐτοί; Ἐπειδὴ δὲ ἴσως οὐδὲ ταῦτα διακρίνειν αὐτοὶ δύνανται (πεπήρωνται γὰρ τὴν διάνοιαν καὶ τὴν συνείδησιν, ὡς εἶπεν Ἡσαίας, καὶ νομίζουσι «τὸ πικρὸν εἶναι γλυκὺ καὶ τὸ φῶς σκότος»), παρελθών τις ἐξ ἡμῶν Χριστιανὸς ἐντρεψάτω τούτους μεγάλῃ τῇ φωνῇ λέγων· «ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον», ἢ ταῖς τούτων προσέχειν μωρολογίαις. Τὰ μὲν γὰρ τοῦ Κυρίου ῥήματα ζωὴν αἰώνιον ἔχει, τὰ δὲ παρὰ τούτων προφερόμενα πανουργίας καὶ αἱμάτων ἐστὶ μεστά.