Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia de fuga sua
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Τῆς τοίνυν Προνοίας οὕτως καὶ παραδόξως ῥυσαμένης, τίς ἂν δικαίως μέμψιν ἐπαγάγοι ὅτι μὴ τοῖς ζητοῦσιν ἑαυτοὺς ἐκδότους δεδώκαμεν, ἢ ὑποστρέψαντες ἐνεφανίσαμεν ἑαυτούς; Τοῦτο γάρ ἐστιν ἄντικρυς ἀχαριστῆσαι τῷ Κυρίῳ, παρ' ἐντολήν τε αὐτοῦ πρᾶξαι καὶ ταῖς τῶν ἁγίων μάχεσθαι πράξεσιν. Ἢ ὁ τοῦτο μεμφόμενος τολμησάτω καὶ τὸν μέγαν ἀπόστολον Πέτρον αἰτιάσασθαι, ὅτι καίτοι συγκλεισθεὶς καὶ τηρούμενος ὑπὸ στρατιωτῶν ἠκολούθησε τῷ καλοῦντι ἀγγέλῳ καὶ ἐξελθὼν ἀπὸ τῆς φυλακῆς καὶ διασωθείς, οὐχ ὑπέστρεψε καὶ παρέδωκεν ἑαυτόν, καίπερ ἀκούσας ἃ πεποίηκεν Ἡρώδης. Μεμφέσθω δὲ μανεὶς ὁ Ἀρειανὸς ὅτι μήτε Παῦλος ὁ ἀπόστολος, χαλασθεὶς ἀπὸ τοῦ τείχους καὶ διασωθείς, μετέγνω καὶ ὑποστρέψας ἔκδοτον ἑαυτὸν δέδωκε· μήτε ὅτι Μωσῆς ὑπέστρεψεν ἀπὸ Μαδιὰμ εἰς Αἴγυπτον, ἵνα κρατηθῇ παρὰ τῶν ζητούντων, μήτε ὁ Δαυὶδ ἐν τῷ σπηλαίῳ ἔδειξεν ἑαυτὸν τῷ Σαούλ, ἀλλὰ καὶ οἱ υἱοὶ τῶν προφητῶν ἔμειναν ἐν τοῖς σπηλαίοις καὶ οὐ παρέδωκαν ἑαυτοὺς τῷ Ἀχαάβ. Τοῦτο γὰρ ἦν πάλιν παρ' ἐντολὴν ποιεῖν λεγούσης τῆς γραφῆς· «οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου».

Intertext edge

Open linked passage

Note