Apologia de fuga sua
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Τοῦτο γοῦν εὐλαβούμενος κἀγώ, καὶ ταῦτα μαθὼν οὕτως ἐμαυτὸν ἤγαγον καὶ οὐκ ἀθετῶ τὴν εἰς ἐμὲ γενομένην παρὰ τοῦ Κυρίου χάριν καὶ βοήθειαν, κἂν οὗτοι μαινόμενοι τρίζωσι τοὺς ὀδόντας καθ' ἡμῶν. Καὶ γὰρ τοιοῦτος ὁ τρόπος τῆς ἀναχωρήσεως ἡμῶν γέγονε, καὶ ἡγοῦμαι μηδεμίαν αὐτὴν ἔχειν μέμψιν παρ' οἷς ἐστιν ὁ λογισμὸς ὑγιής, ὅπουγε καὶ κατὰ τὴν θείαν γραφὴν οὗτος ἡμῖν παρὰ τῶν ἁγίων εἰς διδασκαλίαν ὁ τύπος παρεδόθη. Ἀλλ' οὗτοι, ὡς ἔοικεν, οὔτε τι τῶν ἀτολμήτων παρορῶσιν, οὔτε παραλιμπάνειν τι βούλονται, ὃ μὴ τὴν πονηρίαν αὐτῶν καὶ τὴν ὠμότητα δείκνυσι. Καὶ γὰρ καὶ ὁ βίος αὐτῶν τοιοῦτός ἐστιν, οἷοί εἰσι καὶ τῷ φρονήματι καὶ ταῖς φλυαρίαις· καὶ οὐκ ἂν εἴποι τις τοιαῦτα καὶ τοσαῦτα κατ' αὐτῶν, οἷα καὶ ὅσα πράττοντες αὐτοὶ οὐκ αἰσχύνονται. Ὁ μὲν γὰρ Λεόντιος, διαβαλλόμενος μετὰ γυναικός τινος νεωτέρας λεγομένης Εὐστολίου καὶ κωλυόμενος συνοικεῖν αὐτῇ, δι' αὐτὴν ἑαυτὸν ἀπέκοψεν, ἵν' ἐπ' ἀδείας ἔχῃ διατρίβειν μετ' αὐτῆς. Καὶ τὴν μὲν ὑποψίαν οὐκ ἀπενίψατο, διὰ τοῦτο δὲ μᾶλλον καὶ πρεσβύτερος ὢν καθῃρέθη, εἰ καὶ Κωνστάντιος ὁ αἱρετικὸς ἐβιάσατο λέγεσθαι αὐτὸν ἐπίσκοπον· ὁ δὲ Νάρκισσος ἄλλα τε πολλὰ κακὰ ἔχων καὶ τρίτον ἐν διαφόροις συνόδοις καθῃρέθη· καὶ νῦν αὐτός ἐστιν ἐν αὐτοῖς ὁ πονηρότατος. Ὁ δέ γε Γεώργιος καὶ πρεσβύτερος μὲν ὢν διὰ τὴν κακίαν αὐτοῦ καθῃρέθη, καὶ ὀνομάσας δὲ ἑαυτὸν ἐπίσκοπον οὐδὲν ἧττον πάλιν καθῃρέθη ἐν τῇ κατὰ Σαρδικὴν μεγάλῃ συνόδῳ. Ἔχει δέ τι καὶ πλέον, ὅτι καὶ ζῶν ἀσώτως οὐκ ἔλαθεν· ἀλλὰ καὶ παρὰ τῶν οἰκείων καταγινώσκεται τὸ τέλος τοῦ ζῆν καὶ τὴν εὐθυμίαν ἐν τοῖς αἰσχίστοις μετρῶν.