Apologia de fuga sua
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ἕκαστος μὲν οὖν τὸν ἕτερον ἐν τοῖς ἰδίοις πλεονεκτεῖ κακοῖς, κοινὸς δὲ σπῖλός ἐστιν αὐτοῖς, ὅτι τὴν αἵρεσίν εἰσι χριστομάχοι καὶ οὐκέτι Χριστιανοί, ἀλλὰ μᾶλλον Ἀρειανοὶ καλοῦνται. Ἰδοὺ ταῦτα διαβάλλειν αὐτοὺς ἔδει· ἀλλότρια γὰρ τῆς ἐν Χριστῷ πίστεώς ἐστιν. Ἀλλὰ ταῦτα μὲν δι' ἑαυτοὺς κρύπτουσιν, οὐδὲν δὲ θαυμαστὸν εἰ τοιοῦτοι ὄντες τῷ φρονήματι καὶ τοιούτοις συμπλεκόμενοι κακοῖς, τοὺς μὴ συντρέχοντας αὐτῶν τῇ ἀσεβεστάτῃ αἱρέσει διώκοντες ζητοῦσι. Καὶ ἀναιροῦντες μὲν χαίρουσι, μὴ τυγχάνοντες δὲ ὧν εὔχονται, λυποῦνται καὶ νομίζουσιν ἀδικεῖσθαι, ὅταν, καθὰ προεῖπον, βλέπωσι ζῶντας οὓς ἀποθνήσκειν βούλονται. Εἴη δὲ τούτους οὕτως ἀδικεῖσθαι, ὥστε αὐτοὺς μὲν ἀσθενεῖν ἐν ταῖς ἀδικίαις αὐτῶν, τοὺς δὲ διωκομένους παρ' αὐτῶν εὐχαριστεῖν τῷ Κυρίῳ καὶ λέγειν τὰ ἐν τῷ εἰκοστῷ ἕκτῳ ψαλμῷ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον»· καὶ πάλιν ἐν τῷ τριακοστῷ ψαλμῷ· «ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου». Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ Πατρὶ ἐν Ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς αἰῶνας τῶν αἰώνων· ἀμήν.