Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia de fuga sua
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ἐπειδὴ δὲ προσποιοῦνται δειλίαν ἐγκαλεῖν, ἀναγκαῖον ὀλίγα περὶ τούτου γράψαι. Δειχθήσονται γὰρ ἐκ τούτου πονηροί τε τὸν τρόπον καὶ μὴ ἐντετυχηκότες ταῖς θείαις γραφαῖς, ἢ ἐντυχόντες μὲν μὴ πιστεύοντες δὲ εἶναι θεόπνευστα τὰ λόγια τὰ ἐν αὐταῖς. Εἰ γὰρ ἐπίστευον, οὐκ ἂν παρὰ μὲν ταύτας ἐτόλμων, τὴν δὲ κακοήθειαν τῶν κυριοκτόνων Ἰουδαίων ἐζήλουν. Καὶ γὰρ τοῦ Θεοῦ δεδωκότος ἐντολήν· «τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου» καὶ «ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω», ἀντενομοθέτουν κἀκεῖνοι, τὴν τιμὴν εἰς ἀτιμίαν μεταφέροντες, καὶ ἀργυρίου τὸ πρὸς τοὺς γονέας καθῆκον παρὰ τῶν τέκνων ἀντικαταλλάσσοντες· καὶ ἀναγινώσκοντες δὲ τὰς τοῦ Δαυὶδ πράξεις, ἀντεμελέτων αὐταῖς καὶ ᾐτιῶντο τοὺς ἀναιτίους τίλλοντας στάχυας καὶ ψώχοντας ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου. Ἔμελε δὲ αὐτοῖς οὔτε τῶν νόμων οὔτε διὰ τὸ σάββατον, ἐν αὐτῷ γὰρ μᾶλλον παρηνόμουν· ἀλλ' ὅτι τὸν τρόπον ὄντες πονηροί, τοῖς τε μαθηταῖς ἐφθόνουν σῳζομένοις, καὶ μόνον ἠβούλοντο τὰ τῆς ἰδίας γνώμης κρατεῖν. Ἐκεῖνοι μὲν οὖν τῆς ἰδίας παρανομίας ἔχουσι τὰ ἐπίχειρα, ἀνίεροι γενόμενοι καὶ λοιπὸν «ἄρχοντες Σοδόμων καὶ λαὸς Γομόρρας» χρηματίζοντες. Καὶ αὐτοὶ δὲ οὐδὲν ἧττον ἐκείνων δοκοῦσίν μοι τὴν ἐπιτιμίαν ἔχειν, ἤδη τὴν τῆς ἰδίας ἀλογίας ἄγνοιαν. Οὔτε γὰρ νοοῦσιν ἃ λέγουσιν, ἀλλὰ καὶ νομίζουσιν εἰδέναι ἅπερ ἀγνοοῦσι· μόνη δὲ γνῶσις ἐν αὐτοῖς ἐστι τοῦ κακοποιεῖν, καὶ καθ' ἡμέραν χείρονα χείροσιν ἐφευρίσκειν. Καὶ γὰρ καὶ τὴν νῦν φυγὴν ἡμῶν, οὐκ ἐπ' ἀρετῇ θέλοντες ἡμᾶς ἀνδραγαθήσασθαι, διαβάλλουσι· πόθεν γὰρ εὐχὴ τοιαύτη παρ' ἐχθροῖς ὑπὲρ «τῶν μὴ συντρεχόντων αὐτοῖς» ἐν τῇ κακοφροσύνῃ; Ἀλλὰ κακοήθεις ὄντες, σχηματίζονται τοιαῦτα περιβομβεῖν, νομίζοντες εὐήθεις ὄντες ἀληθῶς αὐτοί, ὡς ἄρα δέει τῆς παρ' αὐτῶν λοιδορίας προσάξομεν ἑαυτούς ποτε αὐτοῖς. Θέλουσι γὰρ καὶ διὰ τοῦτο πάντα περιτρέ χουσι· καὶ ὑποκρίνονται μὲν ὡς φίλοι, ἐρευνῶσι δὲ ὡς ἐχθροί, ἵνα αἱμάτων ἐμφορηθέντες ἐκποδὼν ποιήσωσι καὶ ἡμᾶς, ὅτι κατὰ τῆς ἀσεβείας αὐτῶν ἐφρονήσαμεν ἀεὶ καὶ φρονοῦμεν, καὶ τὴν αἵρεσιν αὐτῶν ἐλέγχοντες στηλιτεύομεν.

Intertext edge

Open linked passage

Note