Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia de fuga sua
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Εἰ μὲν οὖν ἔσῳζον τὰς φρένας, ἔβλεπον ἑαυτοὺς ἐν τού τοις συνεχομένους καὶ τοῖς ἑαυτῶν προσκόπτοντας λογισμοῖς. Ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν ἀπώλεσαν, διὰ τοῦτο καὶ διώκοντες ἐξάγονται, καὶ ζητοῦντες ἀνελεῖν οὐχ ὁρῶσιν ἑαυτῶν τὴν ἀσέβειαν. Τάχα γὰρ καὶ τὴν Πρόνοιαν αὐτὴν αἰτιᾶσθαι τολμῶσιν (οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον), ἐφ' οἷς αὐτοῖς οὐ παραδίδωσι, προδήλου τούτου τυγχάνοντος κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, ὅτι μηδὲ στρουθίον ἄνευ τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς ἐμπεσεῖν εἰς παγίδα δύναται. Καὶ γὰρ καὶ ὅτε παραλαμβάνουσιν οἱ ἀλάστορες, εὐθὺς ἐπιλανθάνονται τῶν τε ἄλλων καὶ πρὸ τῶν ἄλλων ἑαυτῶν· καὶ μόναις ταῖς ἀλαζονείαις τὰς ὀφρῦς ἀνασπάσαντες, οὔτε καιρὸν γινώσκουσιν οὔτε ἀδικοῦντες ἀνθρώπους αἰδοῦνται τὴν φύσιν, κατὰ δὲ τὸν τύραννον τῆς Βαβυλῶνος ἀγριώτερον ἐπιφύονται καὶ οὔτε τινὰς ἐλεοῦσιν, ἀλλὰ καὶ «τοῦ πρεσβυτέρου τὸν ζυγὸν ἐπιβαρύνουσι» καὶ «ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων», ὡς γέγραπται, προστιθέα σιν οἱ ἀνηλεεῖς. Εἰ μὲν οὖν μὴ ταῦτα δράσαντες ἦσαν, εἰ μὴ τοὺς κατὰ τῆς συκοφαντίας αὐτῶν ὑπὲρ ἡμῶν λέγοντας ἐξορίσαντες ἦσαν, πιθανῶς ἂν λέγοντες παρά τισιν ἐνομίσθησαν· ἐπειδὴ δὲ ἄλλοις τοσούτοις καὶ τηλικούτοις ἐπισκόποις ἐπεβούλευσαν, καὶ οὔτε τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου, οὔτε τοῦ ἐπισκόπου Ῥώμης οὔτε τοσούτων ἀπὸ τῶν Σπανίων καὶ Γαλλίων καὶ τῆς Αἰγύπτου καὶ Λιβύης καὶ τῶν ἄλλων μερῶν ἐπισκόπων ἐφείσαντο, ἀλλὰ τοσαῦτα πεποιήκασι κατὰ τῶν ὅλως ἐλεγξάντων αὐτοὺς ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλλον ἡμᾶς πρὸ τῶν ἄλλων ἐβουλεύσαντο, καὶ μετ' ἐκείνους ἐπιθυμοῦσι δὲ κἀκεῖσε ἀνελεῖν; Εἰς τοῦτο γὰρ ἀγρυπνοῦσι καὶ νομίζουσιν ἀδικεῖ σθαι, ἂν βλέπωσι σῳζομένους οὓς οὐκ ἐβούλοντο ζῆν.

Intertext edge

Open linked passage

Note