Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρύσιον, ἔργα χειρῶν ἀνθρώπων. ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις, ἀλλ' ἔστι καὶ ἐν τούτοις ὁ κατ' αὐτῶν ἔλεγχος, λέγοντος τοῦ Πνεύματος· Αἰσχυνθήσονται οἱ πλάσσοντες Θεόν, καὶ γλύ φοντες πάντες μάταια· καὶ πάντες ὅθεν ἐγένοντο, ἐξηράν θησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον, καὶ σκεπάρνῳ εἰργάσατο αὐτό, καὶ ἐν τερέτρῳ ἐρρύθμισεν αὐτό, καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενή σει, καὶ οὐ μὴ πίῃ ὕδωρ. ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτό, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώ που, ἔστησεν αὐτὸ ἐν οἴκῳ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσεν ὁ Κύριος, καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ' αὐτοῦ θερμανθῇ. καὶ καύσαν τες ἔπεψαν ἄρτους ἐπ' αὐτῷ, τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεούς, καὶ προσεκύνησαν αὐτοῖς, οὗ τὸ ἥμισυ αὐτοῦ κατέ καυσαν πυρί. καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι, ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. τὸ δὲ λοιπὸν προσεκύνει λέγων· Ἐξέλου με, ὅτι Θεός μου εἶ σύ. οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλ μοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ ἀνελογί σατο ἐν τῇ καρδίᾳ αὐτοῦ, οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φροσήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέ καυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγ μα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτό. γνῶτε, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέ σθαι τὴν ψυχὴν αὐτῶν. ἴδετε, καὶ οὐκ ἐρεῖτε, ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας; ποία δὲ τούτοις ἐλπίς, ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη, πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα, ἃ ἀντὶ τοῦ ἀληθινοῦ Θεοῦ σέβουσιν;

Intertext edge

Open linked passage

Note