Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Εἴθε γάρ, εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης, ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον. ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων, ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων, οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κείμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν. νῦν δὲ ἔχοντες οὐκ ἔχουσι καὶ στήκοντες οὐ στήκουσι, καὶ καθεζόμενοι οὐ καθέζονται. οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν, ἀλλ' ὡς ὁ πλάσας ἠθέλησεν, οὕτω καὶ μένουσι κείμενοι, Θεοῦ μὲν γνώρισμα μηδὲν παρέχοντες, ἄψυχοι δὲ καθόλου μόνον ἀνθρώπου τέχνῃ φαινόμενοι τεθέντες. Εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις, ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφή κεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν. ἠδύναντο γὰρ καὶ μόνῳ τῷ τῆς θεότητος ὀνόματι τὴν ἀλήθειαν ὑφαρπάσαι, μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι. νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ Διός, καὶ παιδοφθορίας τῶν ἄλλων, καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν, καὶ φόβους καὶ δειλίας, καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγχουσιν, ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ' οὐδὲ περὶ ἀνθρώπων σεμνῶν, περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυθολογοῦσιν.

Intertext edge

Open linked passage

Note