Contra gentes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς Φοινίκης πάλαι προεκαθέζοντο, ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν, νομίζουσαι τῇ πορνείᾳ τὴν θεὸν ἑαυτῶν ἱλάσκεσθαι, καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων. ἄνδρες δέ, τὴν φύσιν ἀρνού μενοι καὶ μηκέτι εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύσιν, ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῇ μητρὶ τῶν παρ' αὐτοῖς λεγομένων θεῶν ποιοῦντες. πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι, καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ Χριστοῦ διάκονος Παῦλος· Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλ λαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοιοῦτον ἐσχηκέναι τὸν βίον. ἐκ μὲν γὰρ Διὸς τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν, ἐκ δὲ Ἀφροδίτης τὴν πορνείαν, καὶ ἐκ μὲν Ῥέας τὴν ἀσέλγειαν, ἐκ δὲ Ἄρεος τοὺς φόνους, καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν, ἃ οἱ νόμοι μὲν κολάζουσι, πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέφεται. ἆρ' οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεούς, τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων; ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους, καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους, καὶ τῶν ἀψύχων ἀψυχοτέρους, οἰκτείρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις κατε πεπτώκεισαν ὅλοι πρηνεῖς, καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ Χριστοῦ Πατέρα Θεόν.