Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ' εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν, καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε, καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε, καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομίμης τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας, τὰς δὲ χεῖρας αὖ πάλιν εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους· καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρω τον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν. αἰτία δὲ τούτων οὐδεμία, ἀλλ' ἡ τῶν κρειττόνων ἀποστροφή. ὡς γὰρ ἐὰν ἡνίοχος, ἐπιβὰς ἵπποις ἐν σταδίῳ καταφρονήσῃ μὲν τοῦ σκοποῦ, εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει, ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνῃ τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾷ, πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνει, φερόμενος ὅπου δ' ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτω τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτω καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν Θεὸν ὁδόν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετ' αὐτῶν ὑφ' ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῇ πλάττει, οὐχ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ, εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος Παῦλος ἀποβλέπων ἔλεγε· Κατὰ σκοπὸν διώκω, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως Ἰησοῦ Χριστοῦ· σκοπῶν γοῦν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει.

Intertext edge

Open linked passage

Note