Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1.1
Καὶ γὰρ καὶ ὁ θεὸς κτίζει, καὶ ἐπ' ἀνθρώπων δὲ τὸ κτίζειν εἴρηται. καὶ ὁ
11.1.2
μὲν θεὸς ὤν ἐστι, λέγονται δὲ καὶ οἱ ἄνθρωποι εἶναι παρὰ θεοῦ καὶ τοῦτο λαβόντες
11.1.3
ἔχειν. ἆρ' οὖν οὕτως ὁ θεὸς κτίζει ὡς ἄνθρωποι; ἢ οὕτως ὤν ἐστιν ὡς ἄνθρωπος; μὴ
11.1.4
γένοιτο. ἄλλως ἐπὶ θεοῦ τὰς λέξεις λαμβάνομεν καὶ ἑτέρως ἐπὶ τῶν ἀνθρώπων
11.1.5
ταύτας διανοούμεθα. 11. 2 ὁ μὲν γὰρ θεὸς κτίζει καλῶν τὰ μὴ ὄντα εἰς τὸ εἶναι
11.1.6
οὐδενὸς ἐπιδεόμενος, οἱ δὲ ἄνθρωποι τὴν ὑποκειμένην ὕλην ἐργάζονται εὐξάμενοι
11.1.7
πρότερον καὶ τὴν ἐπιστήμην τοῦ ποιεῖν 11. 3 λαβόντες παρὰ τοῦ πάντα
11.1.8
δημιουργήσαντος θεοῦ διὰ τοῦ ἰδίου λόγου. πάλιν τε οἱ μὲν ἄνθρωποι οὐ δυνάμενοι
11.1.9
καθ' ἑαυτοὺς εἶναι ἐν τόπῳ τυγχάνοντές εἰσι περιεχόμενοι καὶ συνεστῶτες ἐν τῷ τοῦ
11.1.10
θεοῦ λόγῳ, ὁ δὲ θεὸς ὤν ἐστι καθ' ἑαυτὸν περιέχων τὰ πάντα καὶ ὑπ' οὐδενὸς
11.1.11
περιεχόμενος, καὶ ἐν πᾶσι μέν ἐστι κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα καὶ δύ ναμιν, ἔξω δὲ
11.1.12
τῶν πάντων πάλιν ἐστὶ κατὰ τὴν ἰδίαν φύσιν. ὥσπερ οὖν οὐ τὸν αὐτὸν τρόπον οἱ
11.1.13
ἄνθρωποι κτίζουσιν, ὅνπερ τρόπον ὁ θεὸς κτίζει, οὐδ' οὕτως εἰσὶν οἱ ἄνθρωποι,
11.1.14
ὥσπερ ἐστὶν ὁ θεός· οὕτως ἄλλως ἐστὶν ἡ τῶν ἀνθρώπων γένεσις καὶ ἄλλως ἐστὶν ὁ
11.4.1
υἱὸς ἐκ τοῦ πατρός. τῶν μὲν γὰρ ἀνθρώπων τὰ γεννήματα μέρη πως τῶν
11.4.2
γεννώντων εἰσίν, ἐπεὶ καὶ αὐτῶν τῶν σωμάτων ἡ φύσις οὐχ ἁπλῆ τίς ἐστιν, ἀλλὰ
11.4.3
ῥευστή, καὶ ἐκ μερῶν ἔχει τὴν σύνθεσιν. ἀπορρέουσί τε ἄνθρωποι γεννῶντες καὶ
11.4.4
πάλιν ἐπιρρεῖ τὰ ἐκ τῶν τροφῶν εἰς αὐτοὺς εἰσαγόμενα· δι' ἣν αἰτίαν καὶ πολλῶν
11.4.5
κατὰ καιρὸν τέκνων γίνονται πατέρες οἱ ἄνθρωποι. ὁ δὲ θεὸς ἀμερὴς ὢν ἀμερίστως
11.4.6
ἐστὶ καὶ ἀπαθὴς τοῦ υἱοῦ πατήρ. οὔτε γὰρ ἀπορροὴ τοῦ ἀσωμάτου ἔστιν οὔτ' ἐπιρροή
11.4.7
τις εἰς αὐτὸν γίνεται ὡς ἐπ' ἀνθρώπων· 11. 5 ἁπλοῦς δὲ ὢν τὴν φύσιν ἑνὸς καὶ μόνου
11.4.8
τοῦ υἱοῦ πατήρ ἐστι. διὰ τοῦτο γὰρ καὶ μονο γενής ἐστι καὶ μόνος ἐν τοῖς κόλποις
11.4.9
τοῦ πατρός ἐστι, μόνον τε αὐτὸν ἐξ ἑαυτοῦ δείκνυσιν ὁ πατὴρ λέγων· «οὗτός ἐστιν ὁ
11.4.10
υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα»· λόγος δέ ἐστιν οὗτος τοῦ πατρός, ἐν ᾧ τὸ
11.4.11
ἀπαθὲς καὶ ἀμερὲς τοῦ πατρὸς νοεῖν δυνατόν. λόγος γὰρ 11. 6 οὐδὲ ὁ τῶν ἀνθρώπων
11.4.12
κατὰ πάθος καὶ μέρος γεννᾶται, μήτι γε ὁ τοῦ θεοῦ. διὸ καὶ καθέζεται μὲν αὐτὸς ἐν
11.4.13
δεξιᾷ τοῦ πατρὸς ὡς λόγος· ἔνθα γάρ ἐστιν ὁ πατήρ, ἐκεῖ καὶ ὁ τούτου λόγος ἐστίν·
11.4.14
ἡμεῖς δὲ στήκομεν κρινόμενοι παρ' αὐτοῦ ὡς ποιήματα. καὶ προσ κυνεῖται μὲν αὐτὸς
11.4.15
διὰ τὸ εἶναι αὐτὸν υἱὸν τοῦ προσκυνητοῦ πατρός, ἡμεῖς δὲ προσκυ νοῦμεν κύριον
11.4.16
καὶ θεὸν αὐτὸν ὁμολογοῦντες διὰ τὸ εἶναι ἡμᾶς κτίσματα καὶ ἄλλους παρ' ἐκεῖνον.

Intertext edge

Open linked passage

Note