De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Τούτων δὲ οὕτως ὄντων σκοπείτω λοιπὸν ὁ βουλόμενος αὐτῶν καὶ
12.1.2
γενέσθω τις αὐτοὺς ἐντρέπων, εἰ τὸ ἐκ τοῦ θεοῦ καὶ ἴδιον αὐτοῦ γέννημα θέμις
12.1.3
εἰπεῖν ἐξ οὐκ ὄντων ἢ λόγον ἔχει κἂν εἰς ἐνθύμησίν τινος ὅλως ἐλθεῖν, ὅτι τὸ ἐκ τοῦ
12.1.4
θεοῦ ἐπισυμβέβηκεν αὐτῷ, ἵνα καὶ τολμήσας εἴπῃ, ὅτι οὐκ ἔστιν ἀεὶ ὁ υἱός. καὶ γὰρ
12.1.5
ἐν τούτῳ πάλιν τὰς ἀνθρώπων 12. 2 ἐννοίας ὑπερεξῆλθε καὶ ὑπεραναβέβηκεν ἡ τοῦ
12.1.6
υἱοῦ γέννησις. ἡμεῖς μὲν γὰρ τῶν ἰδίων τέκνων ἐν χρόνῳ γινόμεθα πατέρες, ἐπεὶ καὶ
12.1.7
αὐτοὶ οὐκ ὄντες πρότερον ὕστερον γεγόναμεν· ὁ δὲ θεὸς ἀεὶ ὢν ἀεὶ τοῦ υἱοῦ πατήρ
12.1.8
ἐστι. καὶ τῶν μὲν ἡ γένεσις ἐκ τῶν ὁμοίως ὄντων ἔχει τὴν πίστιν. ἐπειδὴ δὲ «οὐδεὶς
12.1.9
οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπι γινώσκει εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν ὁ
12.1.10
υἱὸς ἀποκαλύψῃ», διὰ τοῦτο οἱ ἅγιοι, οἷς ἀπεκάλυψεν ὁ υἱός, εἰκόνα τινὰ δεδώκασιν
12.1.11
ἡμῖν ἐκ τῶν ὁρωμένων λέγοντες· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς
12.1.12
ὑποστάσεως αὐτοῦ»· καὶ πάλιν· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα
12.1.13
φῶς»· ὅτε καὶ μεμφόμενος τὸν Ἰσραὴλ ὁ λόγος φησίν· «ἐγκατέλιπες τὴν πηγὴν τῆς
12.1.14
σοφίας»· αὕτη δέ ἐστιν ἡ πηγὴ ἡ λέγουσα· «ἐμὲ ἐγκατ 12. 3 έλιπον πηγὴν ὕδατος
12.1.15
ζῶντος». καὶ μικρὸν μέν ἐστι τὸ παράδειγμα καὶ λίαν ἀμυδρὸν πρὸς τὸ ποθούμενον,
12.1.16
δυνατὸν δὲ ὅμως ἐξ αὐτοῦ πλέον τῆς ἀνθρώπου φύσεως κατα νοεῖν καὶ μὴ νομίζειν
12.1.17
ἴσην τὴν ἡμῶν εἶναι καὶ τὴν τοῦ υἱοῦ γέννησιν. τίς γὰρ δύνα ται κἂν λογίσασθαι μὴ
12.1.18
εἶναί ποτε τὸ ἀπαύγασμα, ἵνα καὶ τολμήσας εἴπῃ μὴ εἶναι ἀεὶ τὸν υἱόν, ἢ ὅτι οὐκ ἦν ὁ
12.1.19
υἱὸς πρὶν γεννηθῇ; ἢ τίς ἱκανὸς διελεῖν ἀπὸ τοῦ ἡλίου τὸ ἀπαύ γασμα ἢ τὴν πηγὴν
12.1.20
ἐπινοῆσαί ποτε τῆς ζωῆς ἔρημον, ἵνα καὶ μανεὶς εἴπῃ, ἐξ οὐκ ὄντων ἐστὶν ὁ υἱὸς ὁ
12.1.21
λέγων· «ἐγώ εἰμι ἡ ζωή», ἢ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας ὁ λέγων· «ὁ ἐμὲ
12.1.22
ἑωρακὼς ἑώρακε τὸν πατέρα»; οὕτω γὰρ ἡμᾶς οἱ ἅγιοι βουλόμενοι νοεῖν τοιαῦτα καὶ
12.1.23
παραδείγματα δεδώκασι, καὶ ἔστιν ἄτοπον καὶ λίαν ἀσεβὲς τοιαύτας ἐχούσης τῆς
12.1.24
γραφῆς τὰς εἰκόνας ἐξ ἄλλων ἡμᾶς περὶ τοῦ κυρίου διανοεῖσθαι τῶν μήτε
12.1.25
γεγραμμένων μήτε τινὰ διάνοιαν εἰς εὐσέβειαν ἐχόντων.