Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1.1
Ἆρ' οὖν μάτην γέγραπται τοῦτο τὸ ῥητόν; τοῦτο γὰρ πάλιν ἐκεῖνοι
14.1.2
περιβομ βοῦσιν ὡς ἀγέλη κωνώπων. οὐχί γε, οὐ μάτην γέγραπται, ἀλλὰ καὶ μάλα
14.1.3
ἀναγκαίως. καὶ γὰρ καὶ κτίζεσθαι λέγεται, ἀλλ' ὅτε γέγονεν ἄνθρωπος· ἀνθρώπου
14.1.4
γὰρ ἴδιον τοῦτο. τὴν δὲ διάνοιαν ταύτην εὑρήσει καλῶς ἐν τοῖς λογίοις κειμένην ὁ
14.1.5
μὴ πάρεργον ἡγούμενος τὴν ἀνάγνωσιν, ἀλλὰ καὶ τὸν καιρὸν καὶ τὰ πρόσωπα καὶ
14.1.6
τὴν χρείαν τῶν γεγραμμένων 14. 2 ἐρευνῶν καὶ οὕτω τὰ ἀναγνώσματα διακρίνων
14.1.7
καὶ διανοούμενος. τὸν μὲν οὖν καιρὸν τοῦ ῥητοῦ τούτου εὑρήσει καὶ γνώσεται, ὅτι
14.1.8
ἀεὶ ὢν ὁ κύριος ὕστερον ἐπὶ συντελείᾳ τῶν αἰώνων γέγονεν ἄνθρωπος, καὶ υἱὸς ὢν
14.1.9
τοῦ θεοῦ γέγονε καὶ υἱὸς ἀνθρώπου. τὴν δὲ χρείαν νοήσειεν, ὅτι τὸν ἡμῶν θάνατον
14.1.10
καταργῆσαι θέλων ἔλαβεν ἑαυτῷ σῶμα ἐκ τῆς παρθένου Μαρίας, ἵνα τοῦτο
14.1.11
προσενέγκας θυσίαν ὑπὲρ πάντων τῷ πατρὶ «ἀπαλλάξῃ πάν τας ἡμᾶς, ὅσοι φόβῳ
14.1.12
θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦμεν δουλείας». τὸ δὲ πρόσωπον τοῦ μὲν
14.1.13
σωτῆρός ἐστι, τότε δὲ λέγεται, ὅτε λοιπὸν λαβὼν τὸ σῶμα λέγει· «κύριος ἔκ 14. 3 τισέ
14.1.14
με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ὡς γὰρ υἱῷ θεοῦ ὄντι ἁρμόζει καλῶς τὸ
14.1.15
ἀιδίως εἶναι καὶ ἐν κόλποις εἶναι τοῦ πατρός, οὕτως καὶ ἀνθρώπῳ γενομένῳ πρέ
14.1.16
πουσα φωνὴ τὸ κύριος ἔκτισέ με. τότε γὰρ λέγεται περὶ αὐτοῦ· καὶ ἐπείνασε, καὶ
14.1.17
ἐδίψησε, καὶ ἐπυνθάνετο ποῦ Λάζαρος κεῖται, καὶ πέπονθε, καὶ ἀνέστη. καὶ ὥσπερ
14.1.18
ἀκούοντες αὐτὸν κύριον καὶ θεὸν καὶ φῶς ἀληθινὸν νοοῦμεν αὐτὸν ὄντα ἐκ τοῦ
14.1.19
πατρός, οὕτως δίκαιόν ἐστιν ἀκούοντας τὸ ἔκτισε καὶ τὸ δοῦλος καὶ τὸ πέπονθε μὴ
14.1.20
τῇ θεότητι λογίζεσθαι, ἀνοί κειον γάρ, ἀλλὰ τῇ σαρκὶ ταῦτα μετρεῖν, ἣν δι' ἡμᾶς
14.1.21
ἐφόρεσε. ταύτης γὰρ ἴδια ταῦτα, 14. 4 καὶ αὐτὴ ἡ σὰρξ οὐχ ἑτέρου, ἀλλὰ τοῦ λόγου
14.1.22
ἐστίν. εἰ δὲ καὶ τὸ ἐκ τούτου χρήσιμον ἐθέλοι τις μαθεῖν, εὑρήσει καὶ τοῦτο· «ὁ γὰρ
14.1.23
λόγος σὰρξ ἐγένετο», ἵνα καὶ προσενέγκῃ τοῦτο ὑπὲρ πάντων καὶ ἡμεῖς ἐκ τοῦ
14.1.24
πνεύματος αὐτοῦ μεταλαβόντες θεοποιηθῆναι δυνη θῶμεν ἄλλως οὐκ ἂν τούτου
14.1.25
τυχόντες, εἰ μὴ τὸ κτιστὸν ἡμῶν αὐτὸς ἐνεδύσατο σῶμα· οὕτω γὰρ καὶ ἄνθρωποι
14.1.26
θεοῦ λοιπὸν καὶ ἐν Χριστῷ ἄνθρωποι χρηματίζειν ἠρξάμεθα. 14. 5 ἀλλ' ὥσπερ ἡμεῖς
14.1.27
τὸ πνεῦμα λαμβάνοντες οὐκ ἀπόλλυμεν τὴν ἰδίαν ἑαυτῶν οὐσίαν, οὕτως ὁ κύριος
14.1.28
γενόμενος δι' ἡμᾶς ἄνθρωπος καὶ σῶμα φορέσας οὐδὲν ἧττον ἦν θεός· οὐ γὰρ
14.1.29
ἠλαττοῦτο τῇ περιβολῇ τοῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐθεοποιεῖτο τοῦτο καὶ
14.1.30
ἀθάνατον ἀπετέλει.

Intertext edge

Open linked passage

Note