Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Εἴθε δὲ καὶ οὗτοι κἂν ἐξ ὧν λέγουσι νῦν ἐθελήσουσιν ὁμολογεῖν τὴν
17.1.2
ἀλήθειαν. εἰ γὰρ ἅπαξ διδόασι τὸν θεὸν προφέροντα λόγους, ἴσασιν ὅλως αὐτὸν
17.1.3
πατέρα. τοῦτο δὲ γινώσκοντες σκοπείτωσαν, ὅτι μὴ θέλοντες ἕνα διδόναι τοῦ θεοῦ
17.1.4
λόγον πολλῶν αὐτὸν εἶναι πατέρα φαντάζονται. καὶ τὸ μὲν ὅλως εἶναι τοῦ θεοῦ
17.1.5
λόγον οὐ θέλουσιν ἀρνεῖσθαι, τὸ δὲ εἶναι τοῦτον τοῦ θεοῦ υἱὸν οὐχ ὁμολογοῦσιν.
17.1.6
ἔστι δὲ τοῦτο τῆς ἀληθείας ἀγνωσία 17. 2 καὶ τῶν θείων γραφῶν ἀπειρία. εἰ γὰρ ὅλως
17.1.7
ὁ θεὸς πατήρ ἐστι λόγου, διατί μὴ καὶ ὁ γεννώμενος υἱός ἐστιν; υἱὸς δὲ πάλιν τοῦ
17.1.8
θεοῦ τίς ἂν εἴη ἢ ὁ λόγος αὐτοῦ; καὶ γὰρ οὐ πολλοὶ λόγοι, ἵνα μὴ ἕκαστος ἐνδεής,
17.1.9
ἀλλὰ εἷς ὁ λόγος, ἵνα τέλειος μόνος αὐτός, καὶ 17. 3 ὅτι ἑνὸς ὄντος τοῦ θεοῦ μίαν ἔδει
17.1.10
καὶ τὴν εἰκόνα εἶναι αὐτοῦ, ἥτις ἐστὶν ὁ υἱός. καὶ γὰρ ὁ τοῦ θεοῦ υἱός, ὡς ἐξ αὐτῶν
17.1.11
τῶν λογίων ἐστὶ μαθεῖν, αὐτός ἐστιν ὁ τοῦ θεοῦ λόγος καὶ ἡ σοφία καὶ ἡ εἰκὼν καὶ ἡ
17.1.12
χεὶρ καὶ ἡ δύναμις· ἓν γάρ ἐστι τὸ τοῦ θεοῦ γέννημα, καὶ 17. 4 ταῦτα τῆς ἐκ τοῦ
17.1.13
πατρὸς γεννήσεώς εἰσι γνωρίσματα. ἄν τε γὰρ τὸν υἱὸν εἴπῃς, τὸ ἐξ αὐτοῦ φύσει
17.1.14
δεδήλωκας· ἄν τε τὸν λόγον ἐνθυμηθῇς, τὸ ἐξ αὐτοῦ πάλιν καὶ τὸ ἀδιαίρετον αὐτοῦ
17.1.15
λογίζῃ· καὶ τὴν σοφίαν δὲ λέγων οὐδὲν ἧττον τὸ μὴ ἔξωθεν, ἀλλὰ τὸ ἐξ αὐτοῦ καὶ ἐν
17.1.16
αὐτῷ πάλιν φρονεῖς· ἂν δὲ καὶ τὴν δύναμιν καὶ τὴν χεῖρα ὀνομάσῃς, 17. 5 τὸ ἴδιον
17.1.17
πάλιν τῆς οὐσίας λέγεις· καὶ τὴν εἰκόνα δὲ λέγων, τὸν υἱὸν σημαίνεις. τί γὰρ ἂν εἴη
17.1.18
ὅμοιον τῷ θεῷ ἢ τὸ ἐξ αὐτοῦ γέννημα; ἀμέλει ἅπερ διὰ τοῦ λόγου γέγονε, ταῦτα τῇ
17.1.19
σοφίᾳ τεθεμελίωται· καὶ ἃ ἐν τῇ σοφίᾳ τεθεμελίωται, ταῦτα πάντα ἐν τῇ χειρὶ
17.1.20
πεποίηται καὶ διὰ τοῦ υἱοῦ γέγονε. καὶ τούτων οὐκ ἔξωθεν ἡμεῖς, ἀλλ' ἐκ τῶν 17. 6
17.1.21
γραφῶν ἔχομεν τὴν πίστιν. ὁ μὲν γὰρ θεὸς αὐτὸς διὰ Ἡσαίου τοῦ προφήτου λέγει· «ἡ
17.1.22
χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν», καὶ πάλιν·
17.1.23
«καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ
17.1.24
ἐθεμελίωσα τὴν γῆν». ὁ δὲ Δαυὶδ τοῦτο μαθὼν καὶ εἰδὼς τὴν χεῖρα αὐτὴν οὖσαν τὴν
17.1.25
σοφίαν ἔψαλλε· «πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου»· ὡς καὶ
17.1.26
Σαλομὼν παρὰ 17. 7 θεοῦ λαβὼν ἔλεγεν· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν».
17.1.27
Ἰωάννης τε γινώσκων τὴν χεῖρα καὶ τὴν σοφίαν εἶναι τὸν λόγον εὐηγγελίζετο· «ἐν
17.1.28
ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν
17.1.29
ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν». ὁ δὲ
17.1.30
ἀπόστολος βλέπων τὴν χεῖρα, τὴν σοφίαν, τὸν λόγον αὐτὸν ὄντα τὸν υἱόν φησι·
17.1.31
«πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
17.1.32
ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλά λησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον
17.1.33
πάντων· δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας», καὶ 17. 8 πάλιν· «εἷς κύριος Ἰησοῦς Χριστός,
17.1.34
δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ». εἰδὼς δὲ πάλιν τὸν λόγον, τὴν σοφίαν, τὸν υἱὸν
17.1.35
αὐτὸν ὄντα τὴν εἰκόνα τοῦ πατρός φησιν ἐν τῇ πρὸς Κολασσαεῖς ἐπιστολῇ·
17.1.36
«εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου
17.1.37
τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ
17.1.38
μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν
17.1.39
ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου,
17.1.40
πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ
17.1.41
τὰ ἐπὶ τῆς γῆς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε
17.1.42
ἐξου σίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ
17.1.43
τὰ πάντα 17. 9 ἐν αὐτῷ συνέστηκεν». ὡς γὰρ διὰ τοῦ λόγου, οὕτως εἰκόνος αὐτοῦ
17.1.44
ὄντος ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. οὕτως δέ τις περὶ τοῦ κυρίου διανοούμενος οὐ
17.1.45
προσκόψει τῷ λίθῳ τοῦ προσκόμματος, ἀλλὰ μᾶλλον πορεύσεται πρὸς τὴν λάμψιν
17.1.46
κατέναντι τοῦ φωτὸς τῆς ἀληθείας. τοῦτο γὰρ ὄντως ἐστὶ τῆς εὐσεβείας τὸ φρόνημα,
17.1.47
κἂν διαρραγῶσιν οὗτοι φιλονεικοῦντες μήτε τὸν θεὸν σεβόμενοι μήτε τοὺς ἐκ τῶν
17.1.48
ἀποδείξεων ἐλέγχους ἐντρεπόμενοι.

Intertext edge

Open linked passage

Note