De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1.1
Οἱ μὲν οὖν περὶ Εὐσέβιον οὕτως ἐξεταζόμενοι τότε διὰ πολλῶν καὶ
18.1.2
καταγνόντες ἑαυτῶν, καθὰ προεῖπον, ὑπέγραψαν καὶ μεταγνόντες ἠρέμησαν καὶ
18.1.3
ἀνεχώρησαν. ἐπειδὴ δὲ οὗτοι νεανιευόμενοι ταῖς ἀσεβείαις καὶ σκοτοδινιῶντες περὶ
18.1.4
τὴν ἀλήθειαν οὐδὲν ἕτερον ἢ κακηγορεῖν τὴν σύνοδον ἐπιχειροῦσιν, εἰπάτωσαν
18.1.5
ἡμῖν, ἐκ ποίων αὐτοὶ γραφῶν μαθόντες ἢ παρὰ τίνος τῶν ἁγίων ἀκούσαντες
18.1.6
συμπεφορήκασιν ἑαυτοῖς ῥημάτια, τὸ «ἐξ οὐκ ὄντων» καὶ «οὐκ ἦν πρὶν γεννηθῇ»
18.1.7
καὶ τὸ «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ τὸ «τρεπτόν» καὶ τὸ «προυπάρχειν» καὶ τὸ
18.1.8
«θελήματι», ἐν οἷς κατὰ τοῦ κυρίου παίζοντες μυθολογοῦσιν. 18. 2 ὁ μὲν γὰρ
18.1.9
μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους φησί· «πίστει νοοῦμεν κατηρτίσθαι τοὺς
18.1.10
αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι». ἀλλ'
18.1.11
οὐδὲν κοινὸν τῷ λόγῳ πρὸς τοὺς αἰῶνας· αὐτὸς γάρ ἐστιν ὁ προυπάρχων πρὸ τῶν
18.1.12
αἰώνων, 18. 3 δι' οὗ καὶ οἱ αἰῶνες γεγόνασιν. ἐν δὲ τῷ Ποιμένι γέγραπται, ἐπειδὴ καὶ
18.1.13
τοῦτο καίτοι μὴ ὂν ἐκ τοῦ κανόνος προφέρουσι· «πρῶτον πάντων πίστευσον, ὅτι εἷς
18.1.14
ἐστιν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ
18.1.15
εἶναι τὰ πάντα». ἀλλὰ καὶ τοῦτο πάλιν οὐδὲν πρὸς τὸν υἱόν ἐστι· περὶ γὰρ τῶν
18.1.16
πάντων λέγει τῶν δι' αὐτοῦ γενομένων, ὧν καὶ ἄλλος ἐστὶν αὐτός. οὐ γὰρ οἷόν τε
18.1.17
τὸν δημιουργοῦντα τοῖς ὑπ' αὐτοῦ γενομένοις συγκαταριθμεῖν, εἰ μὴ καὶ τὸν
18.1.18
ἀρχιτέκτονα τοῖς ὑπ' αὐτοῦ γενο 18. 4 μένοις οἰκοδομήμασι τὸν αὐτὸν ἄν τις
18.1.19
παραφρονῶν λέγοι. διατί τοίνυν ἀγράφους αὐτοὶ λέξεις πρὸς ἀσέβειαν ἐφευρόντες,
18.1.20
αἰτιῶνται τοὺς ἀγράφοις λέξεσιν εὐσεβοῦντας; τὸ μὲν γὰρ ἀσεβεῖν παντελῶς
18.1.21
κεκώλυται, κἂν ποικίλοις ῥήμασι καὶ πιθανοῖς σοφίσμασι περιβάλλειν αὐτό τις
18.1.22
ἐπιχειρῇ· τὸ δὲ εὐσεβεῖν ὅσιον παρὰ πᾶσιν ὡμολόγηται, κἂν ξενιζούσαις λέξεσί τις
18.1.23
χρήσηται, ἕως μόνον ὁ λέγων εὐσεβὲς ἔχοι τὸ φρόνημα καὶ δι' αὐτῶν, 18. 5 ὃ
18.1.24
νενόηκεν, εὐσεβῶς βούλεται σημαίνειν. τὰ μὲν οὖν προειρημένα τῶν χριστομάχων
18.1.25
χαμαίζηλα ῥημάτια προαπέδειξεν ὁ λόγος καὶ τότε καὶ νῦν πάσης ἀσεβείας ὄντα
18.1.26
μεστά, τὰ δὲ παρὰ τῆς συνόδου γραφέντα καὶ ὁρισθέντα κατ' αὐτῶν ἐὰν ἐρευνήσῃ τις
18.1.27
ἀκριβῶς, εὑρήσει πάντως ἐν αὐτοῖς τὸν τῆς ἀληθείας νοῦν περιεχόμενον, ἂν
18.1.28
μάλιστα καὶ τὴν πρό φασιν τῶν τοιούτων λέξεων ἔχουσαν τὸ εὔλογον φιλομαθῶς
18.1.29
ἐρωτήσας ἀκούσῃ· ἔστι γὰρ αὕτη.