Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1.1
Τῶν δὲ ἐπισκόπων πάλιν λεγόντων δεῖν γραφῆναι δύναμιν ἀληθινὴν
20.1.2
καὶ εἰκόνα τοῦ πατρὸς τὸν λόγον ὅμοιόν τε καὶ ἀπαράλλακτον αὐτὸν κατὰ πάντα τῷ
20.1.3
πατρὶ καὶ ἄτρεπτον καὶ ἀεὶ καὶ ἐν αὐτῷ εἶναι ἀδιαιρέτως– οὐδέποτε γὰρ οὐκ ἦν, ἀλλὰ
20.1.4
ἦν ὁ λόγος ἀεὶ ὑπάρχων ἀιδίως παρὰ τῷ πατρὶ ὡς ἀπαύγασμα φωτός– οἱ περὶ
20.1.5
Εὐσέβιον ἠνείχοντο μὲν μὴ τολμῶντες ἀντιλέγειν διὰ τὴν αἰσχύνην, ἣν εἶχον ἐφ' οἷς
20.1.6
ἠλέγχθησαν, κατελήφθη σαν δὲ πάλιν πρὸς ἑαυτοὺς τονθορύζοντες καὶ διανεύοντες
20.1.7
τοῖς ὀφθαλμοῖς, ὅτι καὶ τὸ ὅμοιον καὶ τὸ ἀεὶ καὶ τὸ τῆς δυνάμεως ὄνομα καὶ τὸ ἐν
20.1.8
αὐτῷ κοινὰ πάλιν ἐστὶ πρὸς ἡμᾶς 20. 2 καὶ τὸν υἱόν, καὶ οὐδὲν λυπεῖ τούτοις ἡμᾶς
20.1.9
συνθέσθαι. τὸ μὲν ὅμοιον, ὅτι καὶ περὶ ἡμῶν ἐγράφη· «εἰκών ἐστιν ὁ ἄνθρωπος καὶ
20.1.10
δόξα θεοῦ ὑπάρχει», τὸ δὲ ἀεί, ὅτι γέγραπται· «ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες», τὸ δὲ ἐν
20.1.11
αὐτῷ, ὅτι «ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν», καὶ τὸ ἄτρεπτον δέ, ὅτι
20.1.12
γέγραπται· «οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ», περὶ δὲ τῆς
20.1.13
δυνάμεως, ὅτι καὶ ἡ κάμπη καὶ ὁ βροῦχος μὲν λέγονται δύναμις καὶ δύναμις μεγάλη,
20.1.14
πολλάκις δὲ καὶ περὶ τοῦ λαοῦ γέγραπται, ὥσπερ· «ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ
20.1.15
γῆς Αἰγύπτου», καὶ ἄλλαι δὲ οὐρανίαι δυνάμεις εἰσί· «κύριος γάρ», φησί, «τῶν
20.1.16
δυνάμεων μεθ' ἡμῶν· ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ». τοιαῦτα γὰρ καὶ Ἀστέριος ὁ
20.1.17
λεγόμενος σοφιστὴς παρ' αὐτῶν μαθὼν ἔγραψε καὶ παρ' αὐτοῦ δὲ Ἄρειος μαθών,
20.1.18
ὥσπερ 20. 3 εἴρηται. ἀλλ' οἱ ἐπίσκοποι καὶ ἐν τούτῳ θεωρήσαντες τὴν ὑπόκρισιν
20.1.19
ἐκείνων καὶ ὅτι κατὰ τὸ γεγραμμένον «ἐν καρδίαις τῶν ἀσεβῶν δόλος ἐστὶ
20.1.20
τεκταινομένων κακά», ἠναγκάσθησαν καὶ αὐτοὶ αὖθις συναγαγεῖν ἐκ τῶν γραφῶν
20.1.21
τὴν διάνοιαν καί, ἅπερ πρό τερον ἔλεγον, ταῦτα πάλιν λευκότερον εἰπεῖν καὶ
20.1.22
γράψαι, ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν, ἵνα μὴ μόνον ὅμοιον τὸν υἱόν, ἀλλὰ
20.1.23
ταὐτὸν τῇ ὁμοιώσει ἐκ τοῦ πατρὸς εἶναι ση μαίνωσι καὶ ἄλλην οὖσαν τὴν τοῦ υἱοῦ
20.1.24
ὁμοίωσιν καὶ ἀτρεψίαν δείξωσι παρὰ τὴν ἐν ἡμῖν λεγομένην μίμησιν, ἣν ἐξ ἀρετῆς
20.1.25
διὰ τὴν τῶν ἐντολῶν τήρησιν ἡμεῖς προσλαμβάνομεν. 20. 4 τὰ μὲν γὰρ τῶν σωμάτων
20.1.26
ὅμοια πρὸς ἑαυτὰ τυγχάνοντα δυνατόν πως διίστασθαι καὶ μακρὰν ἀπ' ἀλλήλων
20.1.27
γίνεσθαι, οἷοί εἰσιν οἱ τῶν ἀνθρώπων υἱοὶ πρὸς τοὺς γεννήσαντας, ὡς γέγραπται
20.1.28
περὶ τοῦ Ἀδὰμ καὶ τοῦ ἐξ αὐτοῦ γεννηθέντος Σήθ, ὃς ἦν ὅμοιος αὐτῷ 20. 5 «κατὰ τὴν
20.1.29
ἰδέαν αὐτοῦ». ἐπειδὴ δὲ ἡ ἐκ πατρὸς τοῦ υἱοῦ γέννησις ἄλλη παρὰ τὴν ἀνθρώπων
20.1.30
φύσιν ἐστὶ καὶ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἀδιαίρετός ἐστι τῆς τοῦ πατρὸς οὐσίας καὶ
20.1.31
ἓν μέν εἰσιν αὐτὸς καὶ ὁ πατήρ, ὡς αὐτὸς εἴρηκεν, ἀεὶ δὲ ἐν τῷ πατρί ἐστιν ὁ λόγος
20.1.32
καὶ ὁ πατὴρ ἐν τῷ λόγῳ, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς– τοῦτο γὰρ καὶ ἡ λέξις
20.1.33
σημαίνει–, διὰ τοῦτο ἡ σύνοδος τοῦτο νοοῦσα καλῶς ὁμοούσιον ἔγραψεν, ἵνα τήν τε
20.1.34
τῶν αἱρετικῶν κακοήθειαν ἀνατρέψωσι καὶ δείξωσιν ἄλλον εἶναι τῶν γενητῶν τὸν
20.1.35
λόγον. καὶ γὰρ τοῦτο γράψαντες εὐθὺς ἐπήγαγον· «τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων
20.1.36
τὸν υἱὸν τοῦ θεοῦ ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ποίημα ἢ ἐξ ἑτέρας οὐσίας τούτους ἀνα 20. 6
20.1.37
θεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία». ταῦτα δὲ εἰρηκότες ἐδήλωσαν φανερῶς,
20.1.38
ὅτι τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον ἀναιρετικὰ τῶν τῆς ἀσεβείας λογαρίων εἰσίν,
20.1.39
ἅπερ ἐστὶ κτίσμα καὶ ποίημα καὶ γενητὸν καὶ τρεπτὸν καὶ οὐκ ἦν πρὶν γεννηθῇ. ὁ
20.1.40
γὰρ ταῦτα φρονῶν ἀντιλέγει τῇ συνόδῳ, ὁ δὲ τὰ Ἀρείου μὴ φρονῶν ἐξ ἀνάγκης τὰ
20.1.41
τῆς συνόδου φρονεῖ καὶ διανοεῖται καλῶς αὐτὰ βλέπων, ὅπως ἐστὶ τὸ ἀπαύγασμα
20.1.42
πρὸς τὸ φῶς, καὶ ἐξ αὐτοῦ τὴν εἰκόνα τῆς ἀληθείας λαμβάνων.

Intertext edge

Open linked passage

Note