De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1.1
Οἱ μὲν οὖν ἐν τῇ Νικαίᾳ συνελθόντες ταύτην ἔχοντες τὴν διάνοιαν
25.1.2
τοιαύτας καὶ τὰς λέξεις ἔγραψαν. ὅτι δὲ οὐχ ἑαυτοῖς πλάσαντες ἐπενόησαν ταύτας,
25.1.3
ἐπειδὴ καὶ τοῦτο προφασίζονται, ἀλλ' ἄνωθεν παρὰ τῶν πρὸ αὐτῶν παραλαβόντες
25.1.4
εἰρήκασι, φέρε καὶ 25. 2 τοῦτο διελέγξωμεν, ἵνα μηδὲ αὕτη αὐτοῖς ἡ πρόφασις
25.1.5
περιλείπηται. μάθετε τοίνυν, ὦ χριστομάχοι Ἀρειανοί, ὅτι Θεόγνωστος μέν, ἀνὴρ
25.1.6
λόγιος, οὐ παρῃτήσατο τὸ ἐκ τῆς οὐσίας εἰπεῖν. γράφων γὰρ περὶ υἱοῦ ἐν τῷ δευτέρῳ
25.1.7
τῶν ὑποτυπώσεων οὕτως εἴρηκεν· «οὐκ ἔξωθέν τίς ἐστιν ἐφευρεθεῖσα ἡ τοῦ υἱοῦ
25.1.8
οὐσία οὐδὲ ἐκ μὴ ὄντων ἐπεισήχθη,» ἀλλὰ ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἔφυ ὡς τοῦ
25.1.9
φωτὸς τὸ ἀπαύγασμα, ὡς ὕδατος ἀτμίς. «οὔτε γὰρ τὸ ἀπαύγασμα οὔτε ἡ ἀτμὶς αὐτὸ
25.1.10
τὸ ὕδωρ ἐστὶν ἢ αὐτὸς ὁ ἥλιος οὔτε ἀλλότριον», καὶ οὔτε ἡ τοῦ υἱοῦ οὐσία αὐτός
25.1.11
ἐστιν ὁ πατὴρ οὔτε ἀλλότριος, ἀλλὰ ἀπόρροια «τῆς τοῦ πατρὸς οὐσίας, οὐ μερισμὸν
25.1.12
ὑπομεινάσης τῆς τοῦ πατρὸς οὐσίας. ὡς γὰρ μένων» ὁ ἥλιος ὁ αὐτὸς οὐ μειοῦται ταῖς
25.1.13
ἐκχεομέναις ὑπ' αὐτοῦ αὐγαῖς, οὕτως οὐδὲ ἡ οὐσία «τοῦ πατρὸς ἀλλοίωσιν
25.1.14
ὑπέμεινεν εἰκόνα ἑαυτῆς ἔχουσα τὸν υἱόν». ὁ μὲν οὖν Θεόγνωσ τος τὰ πρότερα ὡς ἐν
25.1.15
γυμνασίᾳ ἐξετάσας, ὕστερον τὴν ἑαυτοῦ δόξαν τιθεὶς οὕτως εἴρηκεν. 25. 3 Διονύσιος
25.1.16
δὲ ὁ γενόμενος ἐπίσκοπος τῆς Ἀλεξανδρείας κατὰ Σαβελλίου γράφων τήν τε κατὰ
25.1.17
σάρκα οἰκονομίαν τοῦ σωτῆρος διὰ πλειόνων ἐξηγούμενος καὶ ἐξ αὐτῆς διελέγχων
25.1.18
τοὺς Σαβελλίζοντας, ὅτι μὴ ὁ πατήρ ἐστιν ὁ γενόμενος σάρξ, ἀλλ' ὁ τούτου λόγος, ὡς
25.1.19
εἶπεν ὁ Ἰωάννης, ἐπειδὴ ὑπενοήθη ὡς ποίημα καὶ γενητὸν λέγων τὸν υἱὸν καὶ μὴ
25.1.20
ὁμοούσιον τῷ πατρί, γράφει πρὸς τὸν ὁμώνυμον αὐτῷ Διονύσιον τὸν ἐπίσκοπον
25.1.21
Ῥώμης ἀπολογούμενος συκοφαντίαν εἶναι ταύτην κατ' αὐτοῦ. μήτε γὰρ ποιητὸν
25.1.22
εἰρη 25. 4 κέναι τὸν υἱόν, ἀλλὰ καὶ ὁμοούσιον αὐτὸν ὁμολογεῖν διεβεβαιώσατο. ἔχει
25.1.23
δὲ αὐτοῦ ἡ λέξις οὕτως· καὶ δι' ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ
25.1.24
προφέρουσιν ἔγκλημα κατ' ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον
25.1.25
εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι που τῶν ἁγίων γραφῶν,
25.1.26
ἀλλά γε τὰ ἐπιχειρήματά μου τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ
25.1.27
ἀπᾴδει. καὶ γὰρ ἀνθρωπίνην γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας
25.1.28
πάντως τοὺς γονεῖς μόνον «ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ
25.1.29
μήτε γονεῖς ἀναγκαῖον ὑπ 25. 5» άρχειν εἶναι μήτε τέκνα. καὶ τὴν μὲν ἐπιστολήν, ὡς
25.1.30
προεῖπον, διὰ τὰς περιστάσεις «οὐκ ἔχω προκομίσαι· εἰ δ' οὖν, αὐτά σοι τὰ τότε
25.1.31
ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἂν» ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ ἂν εὐπορήσω,
25.1.32
ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα «προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ
25.1.33
καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ» ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν
25.1.34
ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές. «καὶ ποταμὸν εἶπον ἀπὸ πηγῆς
25.1.35
ῥέοντα ἕτερον ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν» πηγὴν ποταμὸν μήτε τὸν
25.1.36
ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὸν «ποταμὸν εἶναι τὸ ἐκ τῆς
25.1.37
πηγῆς ὕδωρ».