De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
Ὅτι δὲ οὐ ποίημα οὐδὲ κτίσμα ὁ τοῦ θεοῦ λόγος, ἀλλὰ ἴδιον τῆς τοῦ
26.1.2
πατρὸς οὐσίας γέννημα ἀδιαίρετόν ἐστιν, ὡς ἔγραψεν ἡ μεγάλη σύνοδος, ἰδοὺ καὶ ὁ
26.1.3
τῆς Ῥώμης ἐπίσκοπος Διονύσιος γράφων κατὰ τῶν τὰ Σαβελλίου φρονούντων
26.1.4
σχετλιάζει κατὰ 26. 2 τῶν ταῦτα τολμώντων λέγειν καί φησιν οὕτως· «ἑξῆς δ' ἂν
26.1.5
εἰκότως λέγοιμι καὶ» πρὸς τοὺς διαιροῦντας καὶ κατατέμνοντας καὶ ἀναιροῦντας τὸ
26.1.6
σεμνότατον κήρυγμα «τῆς ἐκκλησίας τοῦ θεοῦ, τὴν μοναρχίαν, εἰς τρεῖς δυνάμεις
26.1.7
τινὰς καὶ μεμερισμένας ὑποστάσεις» καὶ θεότητας τρεῖς. πέπυσμαι γὰρ εἶναί τινας
26.1.8
τῶν παρ' ὑμῖν κατηχούντων «καὶ διδασκόντων τὸν θεῖον λόγον ταύτης ὑφηγητὰς
26.1.9
τῆς φρονήσεως, οἳ κατὰ διάμετρον, 26. 3» ὡς ἔπος εἰπεῖν, ἀντίκεινται τῇ Σαβελλίου
26.1.10
γνώμῃ. ὁ μὲν γὰρ βλασφημεῖ αὐτὸν «τὸν υἱὸν εἶναι λέγων τὸν πατέρα καὶ ἔμπαλιν,
26.1.11
οἱ δὲ τρεῖς θεοὺς τρόπον τινὰ κηρύττουσιν,» εἰς τρεῖς ὑποστάσεις ξένας ἀλλήλων
26.1.12
παντάπασι κεχωρισμένας διαιροῦντες τὴν ἁγίαν «μονάδα. ἡνῶσθαι γὰρ ἀνάγκη τῷ
26.1.13
θεῷ τῶν ὅλων τὸν θεῖον λόγον, ἐμφιλοχωρεῖν δὲ» τῷ θεῷ καὶ ἐνδιαιτᾶσθαι δεῖ τὸ
26.1.14
ἅγιον πνεῦμα. ἤδη καὶ τὴν θείαν τριάδα εἰς ἕνα, ὥσπερ «εἰς κορυφήν τινα, τὸν θεὸν
26.1.15
τῶν ὅλων τὸν παντοκράτορα λέγω, συγκεφαλαιοῦσθαί τε» καὶ συνάγεσθαι πᾶσα
26.1.16
ἀνάγκη. Μαρκίωνος γὰρ τοῦ ματαιόφρονος δίδαγμα εἰς τρεῖς «ἀρχὰς τῆς μοναρχίας
26.1.17
τομὴ καὶ διαίρεσις, παίδευμα ὂν διαβολικόν, οὐχὶ δὲ τῶν ὄντως «μαθητῶν τοῦ
26.1.18
Χριστοῦ καὶ τῶν ἀρεσκομένων τοῖς τοῦ σωτῆρος μαθήμασιν. οὗτοι γὰρ» τριάδα μὲν
26.1.19
κηρυττομένην ὑπὸ τῆς θείας γραφῆς σαφῶς ἐπίστανται, τρεῖς δὲ θεοὺς οὔτε 26. 4
26.1.20
«παλαιὰν οὔτε καινὴν διαθήκην κηρύττουσαν. οὐ μεῖον δ' ἄν τις καταμέμφοιτο καὶ»
26.1.21
τοὺς ποίημα τὸν υἱὸν εἶναι δοξάζοντας καὶ γεγονέναι τὸν κύριον ὥσπερ ἕν τι τῶν
26.1.22
ὄντως «γενομένων νομίζοντας, τῶν θείων λογίων γέννησιν αὐτῷ τὴν ἁρμόττουσαν
26.1.23
καὶ πρέπουσαν,» ἀλλ' οὐχὶ πλάσιν τινὰ καὶ ποίησιν προσμαρτυρούντων. βλάσφημον
26.1.24
οὖν οὐ «τὸ τυχόν, μέγιστον μὲν οὖν, χειροποίητον τρόπον τινὰ λέγειν τὸν κύριον. εἰ
26.1.25
γὰρ γέγονεν υἱός,» ἦν ὅτε οὐκ ἦν· ἀεὶ δὲ ἦν, εἴ γε ἐν τῷ πατρί ἐστιν, ὡς αὐτός φησι,
26.1.26
καὶ εἰ λόγος «καὶ σοφία καὶ δύναμις ὁ Χριστός. ταῦτα γὰρ εἶναι τὸν Χριστὸν αἱ θεῖαι
26.1.27
λέγουσι γραφαί,» ὥσπερ ἐπίστασθε· ταῦτα δὲ δυνάμεις οὖσαι τοῦ θεοῦ τυγχάνουσιν.
26.1.28
εἰ τοίνυν γέγονεν «ὁ υἱός, ἦν ὅτε οὐκ ἦν ταῦτα, ἦν ἄρα καιρός, ὅτε χωρὶς τούτων ἦν
26.1.29
ὁ θεός. ἀτοπώτατον 26. 5» δὲ τοῦτο. καὶ τί ἂν ἐπὶ πλέον περὶ τούτων πρὸς ὑμᾶς
26.1.30
διαλεγοίμην, πρὸς ἄνδρας «πνευματοφόρους καὶ σαφῶς ἐπισταμένους τὰς ἀτοπίας
26.1.31
τὰς ἐκ τοῦ ποίημα λέγειν τὸν» υἱὸν ἀνακυπτούσας; αἷς μοι δοκοῦσι μὴ
26.1.32
προσεσχηκέναι τὸν νοῦν οἱ καθηγησάμενοι «τῆς δόξης ταύτης καὶ διὰ τοῦτο κομιδῇ
26.1.33
τοῦ ἀληθοῦς διημαρτηκέναι, ἑτέρως ἢ βούλεται» ταύτῃ ἡ θεία καὶ προφητικὴ γραφὴ
26.1.34
τὸ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ ἐκδεξά 26. 6 «μενοι. οὐ μία γὰρ ἡ τοῦ ἔκτισεν,
26.1.35
ὡς ἴστε, σημασία· ἔκτισε γὰρ ἐνταῦθα ἀκουστέον» ἀντὶ τοῦ ἐπέστησε τοῖς ὑπ' αὐτοῦ
26.1.36
γεγονόσιν ἔργοις, γεγονόσι δὲ δι' αὐτοῦ τοῦ υἱοῦ. «οὐχὶ δέ γε τὸ ἔκτισε νῦν λέγοιτ'
26.1.37
ἂν ἐπὶ τοῦ ἐποίησε· διαφέρει γὰρ τοῦ ποιῆσαι τὸ» κτίσαι. οὐκ αὐτὸς οὗτός σου πατὴρ
26.1.38
ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε; τῇ «ἐν τῷ Δευτερονομίῳ μεγάλῃ ᾠδῇ ὁ
26.1.39
Μωσῆς φησι. πρὸς οὓς καὶ εἴποι ἄν τις· ὦ ῥιψοκίνδυνοι ἄνθρωποι,» ποίημα ὁ
26.1.40
πρωτότοκος πάσης κτίσεως, ὁ ἐκ γαστρὸς πρὸ ἑωσφόρου «γεννηθείς, ὁ εἰπὼν ὡς
26.1.41
σοφία· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με;» καὶ πολλαχοῦ δὲ τῶν θείων λογίων
26.1.42
γεγεννῆσθαι, ἀλλ' οὐ γεγονέναι τὸν υἱὸν λεγόμενον εὕροι τις ἄν. «ὑφ' ὧν
26.1.43
καταφανῶς ἐλέγχονται τὰ ψεύδη περὶ τῆς τοῦ κυρίου γεννήσεως ὑπολαμβάνοντες
26.7.1
» οἱ ποίησιν αὐτοῦ τὴν θείαν καὶ ἄρρητον γέννησιν λέγειν τολμῶντες. οὔτ' οὖν
26.7.2
κατα 26. 7 «μερίζειν χρὴ εἰς τρεῖς θεότητας τὴν θαυμαστὴν καὶ θείαν μονάδα οὔτε
26.7.3
ποιήσει κωλύειν» τὸ ἀξίωμα καὶ τὸ ὑπερβάλλον μέγεθος τοῦ κυρίου, ἀλλὰ
26.7.4
πεπιστευκέναι εἰς θεὸν πατέρα «παντοκράτορα καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν
26.7.5
αὐτοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἡνῶσθαι» δὲ τῷ θεῷ τῶν ὅλων τὸν λόγον· ἐγὼ γάρ,
26.7.6
φησί, καὶ ὁ πατὴρ ἕν ἐσμεν· καὶ ἐγὼ ἐν «τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί. οὕτω γὰρ ἂν
26.7.7
καὶ ἡ θεία τριὰς καὶ τὸ ἅγιον κήρυγμα» τῆς μοναρχίας διασώζοιτο.