De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1.1
Περὶ δὲ τοῦ ἀιδίως συνεῖναι τὸν λόγον τῷ πατρὶ καὶ μὴ ἐξ ἑτέρας οὐσίας
27.1.2
ἢ ὑπο στάσεως, ἀλλὰ τῆς τοῦ πατρὸς ἴδιον γέννημα αὐτὸν εἶναι, ὡς εἰρήκασιν οἱ ἐν
27.1.3
τῇ συν όδῳ, ἐξέστω πάλιν ὑμᾶς ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὠριγένους. ἃ μὲν
27.1.4
γὰρ ὡς ζητῶν καὶ γυμνάζων ἔγραψε, ταῦτα μὴ ὡς αὐτοῦ φρονοῦντος δεχέσθω τις,
27.1.5
ἀλλὰ τῶν πρὸς ἔριν φιλονεικούντων ἐν τῷ ζητεῖν· ἃ δὲ ἀδεῶς ὁρίζων ἀποφαίνεται,
27.1.6
τοῦτο τοῦ 27. 2 φιλοπόνου τὸ φρόνημά ἐστι. μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα
27.1.7
πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· «εἰ ἔστιν εἰκὼν τοῦ
27.1.8
θεοῦ τοῦ ἀο «ράτου, ἀόρατος εἰκών· ἐγὼ δὲ τολμήσας προσθείην ἄν, ὅτι καὶ
27.1.9
ὁμοιότης τυγχάνων «τοῦ πατρὸς οὐκ ἔστιν ὅτε οὐκ ἦν. πότε γὰρ ὁ θεὸς ὁ κατὰ τὸν
27.1.10
Ἰωάννην φῶς λεγόμενος,» ὁ θεὸς γὰρ φῶς ἐστιν, ἀπαύγασμα οὐκ εἶχε τῆς ἰδίας
27.1.11
δόξης, ἵνα τολμήσας τις ἀρχὴν «δῷ εἶναι υἱοῦ πρότερον οὐκ ὄντος; πότε δὲ ἡ τῆς
27.1.12
ἀρρήτου καὶ ἀκατονομάστου καὶ» ἀφθέγκτου ὑποστάσεως τοῦ πατρὸς εἰκών, ὁ
27.1.13
χαρακτήρ, ὁ λόγος ὁ γινώσκων τὸν «πατέρα» οὐκ ἦν; κατανοείτω γὰρ ὁ τολμῶν καὶ
27.1.14
λέγων· «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός», 27. 3 «ὅτι ἐρεῖ καὶ τὸ σοφία ποτὲ οὐκ ἦν καὶ
27.1.15
λόγος οὐκ ἦν καὶ ζωὴ οὐκ ἦν». καὶ πάλιν ἐν ἑτέροις οὕτω λέγει· «ἀλλ' οὐ θέμις ἐστὶν
27.1.16
οὐδὲ ἀκίνδυνον διὰ τὴν ἀσθένειαν ἡμῶν τὸ» ὅσον ἐφ' ἡμῖν ἀποστερεῖσθαι τὸν θεὸν
27.1.17
τοῦ ἀεὶ συνόντος αὐτῷ λόγου μονογενοῦς, «σοφίας ὄντος ᾗ προσέχαιρεν· οὕτω γὰρ
27.1.18
οὐδὲ ἀεὶ χαίρων νοηθήσεται». 27. 4 Ἰδοὺ ἡμεῖς μὲν ἐκ πατέρων εἰς πατέρας
27.1.19
διαβεβηκέναι τὴν τοιαύτην διάνοιαν ἀπο δεικνύομεν, ὑμεῖς δέ, ὦ νέοι Ἰουδαῖοι καὶ
27.1.20
τοῦ Καιάφα μαθηταί, τίνας ἄρα τῶν ῥημάτων ὑμῶν ἔχετε δεῖξαι πατέρας; ἀλλ'
27.1.21
οὐδένα τῶν φρονίμων καὶ σοφῶν ἂν εἴποιτε· πάντες γὰρ ὑμᾶς ἀποστρέφονται, πλὴν
27.1.22
μόνου τοῦ διαβόλου. μόνος γὰρ ὑμῖν οὗτος τῆς τοιαύτης ἀποστασίας πατὴρ γέγονεν,
27.1.23
ὁ καὶ κατὰ τὴν ἀρχὴν ὑμῖν ἐπισπείρας τὴν ἀσέβειαν ταύτην καὶ νῦν λοιδορεῖν τὴν
27.1.24
οἰκουμενικὴν σύνοδον πείσας ὑμᾶς, ὅτι μὴ τὰ ὑμέτερα ἀλλὰ ταῦτα γεγράφασιν, ἅπερ
27.1.25
οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι παρα 27. 5 δεδώκασιν. ἣν
27.1.26
γὰρ ἡ σύνοδος ἐγγράφως ὡμολόγησε πίστιν, αὕτη τῆς καθολικῆς ἐκκλησίας ἐστί.
27.1.27
ταύτην ἐκδικοῦντες οἱ μακάριοι πατέρες οὕτως ἔγραψαν καὶ κατέκριναν τὴν
27.1.28
ἀρειανὴν αἵρεσιν· διὸ μάλιστα καὶ διαβάλλειν τὴν σύνοδον ἐπιχειροῦσιν. οὐ γὰρ αἱ
27.1.29
λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ' ὅτι ἐν αὐταῖς ἀπεδείχθησαν αἱρετικοὶ καὶ τῶν ἄλλων
27.1.30
αἱρέσεων τολμηρότεροι.