Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.1.1
Ἔδει οὖν ταῦτα πάλιν αὐτοὺς φρονοῦντας ἐν αὐτοῖς τοῖς ἰδίοις αὐτῶν
29.1.2
ῥήμασι σημαίνειν ἑαυτῶν τὴν ἑτεροδοξίαν καὶ μὴ τῇ λέξει δῆθεν τοῦ ἀγενήτου
29.1.3
σκέπειν ἑαυτῶν τὴν κακόνοιαν. ἀλλ' οὐ ποιοῦσι τοῦτο οἱ κακοήθεις, πάντα δὲ κατὰ
29.1.4
τὸν πατέρα ἑαυ τῶν τὸν διάβολον μετὰ πανουργίας πράττουσιν. ὡς γὰρ ἐκεῖνος μετὰ
29.1.5
ἀλλοτρίων ἐνδυ μάτων ἀπατᾶν ἐπιχειρεῖ, οὕτως οὗτοι τὸ ἀγένητον ἐπενόησαν
29.1.6
ὀνομάζειν, ἵνα προσποιού μενοι τὸν θεὸν εὐφημεῖν κεκρυμμένην ἔχωσι τὴν κατὰ
29.1.7
τοῦ κυρίου βλασφημίαν καὶ μετὰ καλύμματος αὐτὴν ἄλλοις σημαίνωσιν. ἀλλὰ καὶ
29.1.8
τούτου τοῦ σοφίσματος αὐτῶν γνωσθέν 29. 2 τος, τί ἄρα πάλιν αὐτοῖς ἕτερον
29.1.9
περιλείπεται, λεγέτωσαν. εὕρομεν, φασὶν οἱ κακοῦργοι καὶ προστιθέντες τοῖς
29.1.10
προτέροις λέγουσιν, ἀγένητον εἶναι τοῦτο τὸ μὴ ἔχον τοῦ εἶναι τὸν αἴτιον, ἀλλὰ καὶ
29.1.11
τοῖς γενητοῖς αὐτὸν αἴτιον εἰς τὸ γενέσθαι τυγχάνοντα. ἀχάριστοι καὶ τῷ ὄντι τῶν
29.1.12
γραφῶν ἀνήκοοι, οἱ μὴ διὰ τιμὴν τὴν εἰς τὸν θεόν, ἀλλὰ διὰ τὴν εἰς τὸν υἱὸν ἀτιμίαν
29.1.13
πάντα καὶ ποιοῦντες καὶ λαλοῦντες οὐκ εἰδότες, ὅτι ὁ τὸν υἱὸν ἀτιμάζων 29. 3
29.1.14
ἀτιμάζει τὸν πατέρα. πρῶτον μὲν γὰρ κἂν οὕτω τὸν θεὸν ὀνομάζωσιν, οὐ δείκνυται
29.1.15
τῶν γενητῶν ὁ λόγος. τῆς γὰρ οὐσίας τοῦ πατρὸς ὡς γέννημα πάλιν οὕτως παρ'
29.1.16
αὐτῷ ἐστιν ἀιδίως. οὐ γὰρ τὸ ὄνομα τοῦτο παραιρεῖ τὴν τοῦ λόγου φύσιν, οὐδὲ πάλιν
29.1.17
τὸ 29. 4 ἀγένητον πρὸς τὸν υἱὸν ἔχει τὸ σημαινόμενον, ἀλλὰ πρὸς τὰ διὰ τοῦ υἱοῦ
29.1.18
γενόμενα. καὶ 29. 4 ὥσπερ ὁ τὸν ἀρχιτέκτονα προσφωνῶν καὶ λέγων δημιουργὸν
29.1.19
οἰκίας ἢ πόλεως οὐ συναριθ μεῖ τῷ ὀνόματι τούτῳ τὸν ἐξ αὐτοῦ γεννηθέντα υἱόν,
29.1.20
ἀλλὰ διὰ μὲν τὴν εἰς τὰ ἔργα τέχνην καὶ τὴν ἐπιστήμην σημαίνων μὴ εἶναι αὐτὸν
29.1.21
τοιοῦτον, οἷά ἐστι τὰ παρ' αὐτοῦ γε νόμενα, δημιουργὸν αὐτὸν καλεῖ, τὴν δὲ φύσιν
29.1.22
τοῦ ποιήσαντος εἰδὼς οἶδεν ἄλλον εἶναι παρὰ ταῦτα τὸν ἐξ αὐτοῦ γεννηθέντα καὶ
29.1.23
διὰ μὲν τὸν υἱὸν πατέρα αὐτὸν καλεῖ, διὰ δὲ τὰ ἔργα κτίστην καὶ ποιητήν. τὸν αὐτὸν
29.1.24
τρόπον ὁ λέγων οὕτως τὸν θεὸν ἀγένητον ἐκ τῶν ἔργων αὐτὸν ὀνομάζει σημαίνων
29.1.25
μὴ μόνον μὴ εἶναι αὐτὸν γενητόν, ἀλλ' ὅτι καὶ τῶν γενητῶν ποιητής ἐστιν, οἶδε
29.1.26
μέντοι τὸν λόγον ἄλλον ὄντα τῶν καὶ μόνον ἴδιον τοῦ πατρὸς γέννημα, δι' οὗ καὶ τὰ
29.1.27
πάντα γέγονε καὶ συνέστηκε.

Intertext edge

Open linked passage

Note