De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Ἰουδαῖοι μὲν οὖν οἱ τότε τοιαῦτα πονηρευόμενοι καὶ ἀρνούμενοι τὸν
2.1.2
κύριον εἰκότως τῶν τε νόμων καὶ τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας ἔξω γεγόνασι.
2.1.3
καὶ Ἀρειανοὶ δὲ νῦν ἰουδαίζοντες ταὐτόν μοι δοκοῦσι πάσχειν τῷ Καιάφᾳ καὶ τοῖς
2.1.4
τότε Φαρισαίοις· οὐδὲν γὰρ ὁρῶντες εὔλογον ἔχουσαν ἑαυτῶν τὴν αἵρεσιν
2.1.5
προφάσεις ἐπινοοῦσι, διατί τοῦτο καὶ 2. 2 μὴ τοῦτο γέγραπται; καὶ μήτοι θαυμάσῃς, εἰ
2.1.6
τοιαῦτα νῦν μηχανῶνται. μετ' ὀλίγον γὰρ καὶ εἰς ὕβρεις ἐκτραπήσονται καὶ μετὰ
2.1.7
ταῦτα τὴν σπείραν καὶ τὸν χιλίαρχον ἀπειλή σουσιν· ἐν τούτοις γάρ ἐστιν αὐτῶν ἡ
2.1.8
δοκοῦσα σύστασις τῆς κακοδοξίας. τὸν γὰρ τοῦ 2. 3 θεοῦ λόγον ἀρνούμενοι εἰκότως
2.1.9
καὶ λόγου παντός εἰσιν ἔρημοι. ταῦτα γοῦν εἰδὼς οὐδὲν ἂν ἀπεκρινάμην ἐρωτῶσιν
2.1.10
ἐκείνοις. ἐπειδὴ δὲ ἡ σὴ διάθεσις ἀπῄτησε γνῶναι τὰ ἐν τῇ συνόδῳ πραχθέντα, οὐχ
2.1.11
ὑπερεθέμην· ἀλλ' εὐθύς, ὡς τότε γέγονε, δεδήλωκα δείξας δι' ὀλίγων, ὅσον εὐσεβοῦς
2.1.12
φρονήσεως ἡ ἀρειανὴ αἵρεσις ἐστέρηται καὶ μόνον προφάσεις 2. 4 πλάττονται. σκόπει
2.1.13
δὲ καὶ σύ, ἀγαπητέ, εἰ μὴ οὕτως ἔχει. εἰ θαρροῦσιν οἷς ἐφεῦρον αὐτοὶ κακοῖς
2.1.14
ἐπισπείραντος αὐτοῖς τοῦ διαβόλου τὴν κακοφροσύνην, ἀπολογείσθωσαν περὶ ὧν
2.1.15
ἐγκληθέντες ἀπεδείχθησαν αἱρετικοί, καὶ τότε λοιπὸν αἰτιάσθωσαν, εἰ δύναν ται, τὰ
2.1.16
κατ' αὐτῶν ὁρισθέντα. οὐδεὶς γὰρ ἐλεγχθεὶς ἐπὶ φόνῳ καὶ μοιχείᾳ μετὰ τὴν δίκην
2.1.17
χώραν ἔχει τὴν ἀπόφασιν τοῦ κρίναντος αἰτιᾶσθαι, διατί μὴ οὕτως ἀλλ' ἐκείνως
2.1.18
ἐλάλησε. τοῦτο γὰρ οὐκ ἐλευθεροῖ τὸν κριθέντα, ἀλλὰ καὶ μᾶλλον αὐτοῦ τὸ ἔγκλημα
2.1.19
διὰ τὴν 2. 5 προπέτειαν καὶ τὴν τόλμαν ἐπαυξάνει. οὐκοῦν καὶ οὗτοι ἢ δεικνύτωσαν
2.1.20
τὸ φρό νημα ἑαυτῶν εὐσεβές– κατηγορηθέντες γὰρ ἠλέγχθησαν, οὐ μεμψάμενοι
2.1.21
πρότερον· καὶ δίκαιόν ἐστι τοὺς αἰτιαθέντας μηδὲν ἕτερον ποιεῖν ἢ ἀπολογεῖσθαι– ἢ
2.1.22
εἰ τὸ συνειδὸς ἔχουσι ῥυπαρὸν καὶ συνορῶσιν ἑαυτοὺς ἀσεβοῦντας, μὴ αἰτιάσθωσαν
2.1.23
ἃ ἀγνοοῦσιν, 2. 6 ἵνα μὴ καὶ διπλοῦν ἀσεβείας ἔγκλημα καὶ ἀπαιδευσίας
2.1.24
ἀπενέγκωνται μέμψιν. ἐξε ταζέτωσαν δὲ μᾶλλον φιλομαθῶς, ἵν' ἐπιγνόντες ἃ
2.1.25
πρότερον ἠγνόουν, ἀπονίψωνται τὰς ἑαυτῶν ἀσεβεῖς ἀκοὰς τῷ τῆς ἀληθείας νάματι
2.1.26
καὶ τοῖς τῆς εὐσεβείας δόγμασιν. οὕτω γὰρ καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γέγονε
2.1.27
τοῖς περὶ Εὐσέβιον.