De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1.1
Καὶ γὰρ καὶ παντοκράτορα τὸν θεὸν οἱ προφῆται λέγοντες οὐ διὰ τὸ
30.1.2
εἶναι τὸν λόγον ἕνα τῶν πάντων οὕτως αὐτὸν ἐπεκαλοῦντο– ᾔδεισαν γὰρ τὸν υἱὸν
30.1.3
ἄλλον ὄντα τῶν γενητῶν καὶ πάντων καὶ αὐτὸν κρατοῦντα κατὰ τὴν τοῦ πατρὸς
30.1.4
ὁμοιότητα– ἀλλ' ὅτι πάντων, ὧν διὰ τοῦ υἱοῦ πεποίηκεν, αὐτὸς κρατεῖ, τούτων τε
30.1.5
τὴν ἐξουσίαν τῷ υἱῷ δέ δωκε καὶ δεδωκὼς πάλιν αὐτὸς τῶν πάντων διὰ τοῦ λόγου
30.1.6
κυριεύει. πάλιν τε κύριον τῶν δυνάμεων λέγοντες τὸν θεὸν οὐ διὰ τὸ εἶναι καὶ τὸν
30.1.7
λόγον ἕνα τούτων τῶν δυνάμεων τοῦτ' ἔλεγον, ἀλλ' ὅτι τοῦ μὲν υἱοῦ πατήρ ἐστι,
30.1.8
τῶν δὲ διὰ τοῦ υἱοῦ γενομένων δυνάμεων 30. 2 κύριός ἐστι. καὶ γὰρ καὶ αὐτὸς πάλιν
30.1.9
ὁ λόγος ἐν τῷ πατρὶ ὢν πάντων τούτων ἐστὶ κύριος καὶ πάντων κρατεῖ· πάντα γάρ,
30.1.10
ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ ἐστιν. ὥσπερ οὖν τοῦτο τοιοῦτον ἔχει τὸν νοῦν, οὕτως ὁ
30.1.11
βουλόμενος λέγειν τὸν θεὸν ἀγένητον, λεγέτω μέν, εἰ ἅπαξ οὕτως αὐτῷ δοκεῖ, μὴ
30.1.12
μέντοι διὰ τὸ εἶναι τὸν λόγον τῶν γενητῶν, ἀλλ' ὅτι, καθὰ προεῖπον, ὁ θεὸς οὐ
30.1.13
μόνον οὐκ ἔστι γενητός, ἀλλὰ καὶ τῶν γενητῶν ποιητής ἐστι διὰ 30. 3 τοῦ ἰδίου
30.1.14
λόγου. καὶ γὰρ καὶ οὕτως λεγομένου τοῦ πατρὸς πάλιν εἰκὼν ὁ λόγος ἐστὶ καὶ
30.1.15
ὁμοούσιος τοῦ πατρός· εἰκὼν δὲ ὢν αὐτοῦ ἄλλος ἂν εἴη τῶν γενητῶν καὶ τῶν
30.1.16
πάντων. οὗ γάρ ἐστιν εἰκών, τούτου καὶ τὴν ἰδιότητα καὶ τὴν ὁμοίωσιν ἔχει, ὥστε
30.1.17
τὸν λέγοντα ἀγένητον καὶ παντοκράτορα τὸν πατέρα νοεῖν ἐν τῷ ἀγενήτῳ καὶ
30.1.18
παντοκράτορι καὶ 30. 4 τὸν τούτου λόγον καὶ τὴν σοφίαν, ἥτις ἐστὶν ὁ υἱός. ἀλλ' οἱ
30.1.19
θαυμαστοὶ καὶ εἰς ἀσέβειαν εὐχερεῖς οὐ τῆς εἰς τὸν θεὸν τιμῆς φροντίζοντες ἐφεῦρον
30.1.20
τὸ ὄνομα τοῦ ἀγενήτου, τῆς δὲ κατὰ τοῦ σωτῆρος χάριν κακονοίας· εἰ γὰρ ἔμελεν
30.1.21
αὐτοῖς τιμῆς καὶ εὐφημίας, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον ἦν, πατέρα τὸν θεὸν
30.1.22
εἰδέναι τε καὶ λέγειν αὐτούς, ἢ ἐκείνως ὀνομάζειν αὐτούς. λέγοντες μὲν γὰρ ἐκεῖνοι
30.1.23
τὸν θεὸν ἀγένητον ἐκ τῶν γενομένων αὐτόν, καθὰ προ εῖπον, ποιητὴν μόνον
30.1.24
λέγουσιν, ἵνα καὶ τὸν λόγον ποίημα σημάνωσι κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν θεὸν
30.1.25
πατέρα λέγων εὐθὺς ἐν αὐτῷ καὶ τὸν υἱὸν σημαίνει καὶ οὐκ ἀγνο ήσει, ὅτι υἱοῦ
30.1.26
ὄντος διὰ τοῦ υἱοῦ τὰ γενόμενα ἐκτίσθη πάντα.