De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1.1
Οὐκοῦν καὶ μᾶλλον ἀληθέστερον ἂν εἴη τὸν θεὸν ἐκ τοῦ υἱοῦ σημαίνειν
31.1.2
καὶ πατέρα λέγειν ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέγειν αὐτὸν ἀγένητον.
31.1.3
τοῦτο μὲν γὰρ τὰ ἐκ τοῦ βουλήματος τοῦ θεοῦ διὰ τοῦ λόγου γενόμενα ἔργα
31.1.4
σημαίνει, τὸ δὲ τοῦ πατρὸς ὄνομα τὸ ἴδιον ἐκ τῆς οὐσίας αὐτοῦ γέννημα γνωρίζει.
31.1.5
ὅσῳ δὲ ὁ λόγος τῶν γενητῶν διαφέρει, τοσοῦτον καὶ πλέον τὸ λέγειν τὸν θεὸν
31.1.6
πατέρα 31. 2 τοῦ λέγειν ἀγένητον διαφέροι ἄν. καὶ γὰρ τοῦτο μὲν ἄγραφον καὶ
31.1.7
ὕποπτον ποικί λην ἔχον ἐστὶ τὴν σημασίαν, ἐκεῖνο δὲ ἁπλοῦν καὶ ἔγγραφον καὶ
31.1.8
ἀληθέστερον καὶ μό νον σημαῖνον τὸν υἱόν. καὶ τὸ μὲν ἀγένητον παρ' Ἑλλήνων
31.1.9
εὕρηται τῶν μὴ γινω σκόντων τὸν υἱόν, τὸ δὲ πατὴρ παρὰ τοῦ κυρίου ἡμῶν ἐγνώσθη
31.1.10
καὶ κεχάρισται. καὶ γὰρ εἰδὼς αὐτός, τίνος υἱός ἐστιν, ἔλεγεν· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ
31.1.11
πατὴρ ἐν ἐμοί», καί· «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα», καί· «ἐγὼ καὶ ὁ πατὴρ ἕν
31.1.12
ἐσμεν». καὶ οὐδαμοῦ φαίνεται τὸν πατέρα καλῶν ἀγένητον αὐτός, ἀλλὰ καὶ ἡμᾶς
31.1.13
εὔχεσθαι διδάσκων οὐκ εἶπεν· ὅταν δὲ προσεύχησθε, λέγετε· «θεὸς ἀγένητε», ἀλλὰ
31.1.14
μᾶλλον· «ὅταν προσεύχησθε, λέγετε· 31. 3 πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς». καὶ τὸ
31.1.15
κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησεν· ἐκέλευσε γὰρ ἡμᾶς
31.1.16
βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγενήτου καὶ γενητοῦ οὐδὲ εἰς ὄνομα ἀκτίστου καὶ
31.1.17
κτίσματος, ἀλλ' εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ ματος. οὕτως γὰρ
31.1.18
τελειούμενοι υἱοποιούμεθα καὶ ἡμεῖς ἀληθῶς, καὶ τὸ τοῦ πατρὸς δὲ ὄνομα λέγοντες
31.1.19
ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν τῷ πατρὶ λόγον. 31. 4 εἰ δὲ καὶ
31.1.20
πατέρα θέλει λέγειν ἡμῶν τὸν ἴδιον ἑαυτοῦ πατέρα, οὐ χρὴ διὰ τοῦτο συνεκτεί νειν
31.1.21
ἑαυτοὺς τῷ υἱῷ κατὰ τὴν φύσιν. καὶ τοῦτο γὰρ δι' αὐτὸν λέγεται παρ' ἡμῶν. ἐπειδὴ
31.1.22
γὰρ τὸ ἡμέτερον ὁ λόγος ἐφόρεσε σῶμα καὶ γέγονεν ἐν ἡμῖν, ἀκολούθως διὰ τὸν ἐν
31.1.23
ἡμῖν λόγον καὶ ἡμῶν ὁ θεὸς λέγεται πατήρ. τὸ γὰρ ἐν ἡμῖν πνεῦμα τοῦ λόγου δι'
31.1.24
ἡμῶν τὸν ἑαυτοῦ πατέρα ὡς ἡμῶν ὀνομάζει· οὗτος τοῦ ἀποστόλου νοῦς ἐστι
31.1.25
λέγοντος· «ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν
31.1.26
κρᾶζον· ἀββᾶ ὁ πατήρ».