De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
35.5.1
ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους καὶ τὰ τῆς αἱρέσεως αὐτῶν
35.5.2
δύστηνα ῥήματα καί, ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε. παλαιὰν γὰρ αὐτοῦ
35.5.3
κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος
35.5.4
σχηματίζεται μὲν ὡς ὑπὲρ τού των γράφειν, ἔργῳ δὲ δείκνυσιν, ὅτι ὑπὲρ ἑαυτοῦ
35.5.5
σπουδάζων τοῦτο ποιεῖ. 35. 6 Οἱ μὲν οὖν ἀποστάται γενόμενοί εἰσιν Ἄρειος καὶ
35.5.6
Ἀχιλεὺς καὶ Ἀειθαλῆς καὶ Καρπώνης καὶ ἕτερος Ἄρειος καὶ Σαρμάτης οἱ ποτὲ
35.5.7
πρεσβύτεροι· καὶ Εὐζώιος καὶ Λούκιος καὶ Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος καὶ
35.5.8
Γάιος οἱ ποτὲ διάκονοι· καὶ σὺν αὐτοῖς Σεκοῦνδος 35. 7 καὶ Θεωνᾶς οἱ ποτὲ λεχθέντες
35.5.9
ἐπίσκοποι. ποῖα δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν, ἔστι ταῦτα. Οὐκ ἀεὶ ὁ
35.5.10
θεὸς πατὴρ ἦν, ἀλλ' ἦν ὅτε ὁ θεὸς πατὴρ οὐκ ἦν. οὐκ ἀεὶ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ' ἐξ
35.5.11
οὐκ ὄντων γέγονεν. ὁ γὰρ ὢν θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε. διὸ καὶ ἦν
35.5.12
ποτε ὅτε οὐκ ἦν. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός. οὔτε δὲ ὅμοιος κατ' οὐσίαν τῷ
35.5.13
πατρί ἐστιν οὔτε ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς λόγος ἐστὶν οὔτε ἀληθινὴ σοφία
35.5.14
αὐτοῦ ἐστιν, ἀλλ' εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστι, καταχρηστικῶς δὲ
35.5.15
λέγεται λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ θεοῦ λόγῳ καὶ τῇ ἐν τῷ
35.5.16
θεῷ σοφίᾳ 35. 8 ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ θεός. διὸ καὶ τρεπτός ἐστι
35.5.17
καὶ ἀλλοιωτὸς τὴν φύσιν ὡς καὶ πάντα τὰ λογικά. ξένος τε καὶ ἀλλότριος καὶ
35.5.18
ἀπεσχοινισμένος ἐστὶν ὁ λόγος τῆς τοῦ θεοῦ οὐσίας καὶ ἄρρητός ἐστιν ὁ πατὴρ τῷ
35.5.19
υἱῷ. οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ λόγος τὸν πατέρα, οὔτε τελείως ὁρᾶν
35.5.20
αὐτὸν δύναται. καὶ γὰρ καὶ ἑαυτοῦ 35. 9 τὴν οὐσίαν οὐκ οἶδεν ὁ υἱὸς ὡς ἔστι. δι' ἡμᾶς
35.5.21
γὰρ πεποίηται, ἵνα ἡμᾶς δι' αὐτοῦ ὡς δι' 35. 10 ὀργάνου κτίσῃ ὁ θεός. καὶ οὐκ ἂν
35.5.22
ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ θεὸς ἠθέλησε ποιῆσαι. ἠρώτησε γοῦν τις αὐτούς, εἰ δύναται ὁ
35.5.23
τοῦ θεοῦ λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη, καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, ὅτι
35.5.24
δύναται· τρεπτῆς γὰρ φύσεώς ἐστι γενητὸς καὶ κτιστὸς ὑπάρχων. 35. 11 Ταῦτα
35.5.25
λέγοντας τοὺς περὶ Ἄρειον καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας αὐτούς τε καὶ τοὺς
35.5.26
συνακολουθήσαντας αὐτοῖς ἡμεῖς μὲν μετὰ τῶν κατ' Αἴγυπτον καὶ τὰς Λιβύας
35.5.27
ἐπισκόπων ἐγγὺς ἑκατὸν ὄντων συνελθόντες ἀνεθεματίσαμεν. οἱ δὲ περὶ Εὐσέβιον
35.5.28
προσεδέξαντο σπουδάζοντες ἐγκαταμῖξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ καὶ τῇ εὐσεβείᾳ τὴν
35.5.29
ἀσέ βειαν. ἀλλ' οὐκ ἰσχύσουσι· νικᾶ γὰρ ἡ ἀλήθεια καὶ οὐδεμία ἐστὶ κοινωνία φωτὶ
35.5.30
πρὸς 35. 12 σκότος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ. τίς γὰρ ἤκουσε πώποτε
35.5.31
τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται καὶ τὰς ἀκοὰς βύει ὑπὲρ τοῦ μὴ τὸν ῥύπον
35.5.32
τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; τίς ἀκούων Ἰωάννου λέγοντος, «ἐν ἀρχῇ
35.5.33
ἦν ὁ λόγος», οὐ καταγινώσκει τούτων λεγόντων, ἦν ποτε ὅτε οὐκ ἦν, ἢ τίς ἀκούων
35.5.34
ἐν τῷ εὐαγγελίῳ «μονογενὴς υἱός», καὶ «δι' αὐτοῦ ἐγένετο πάντα», οὐ μισήσει
35.5.35
τούτους φθεγγομένους, ὅτι εἷς ἐστιν τῶν ποιημάτων; πῶς γὰρ δύναται εἷς εἶναι τῶν
35.5.36
δι' αὐτοῦ γενομένων, ἢ πῶς μονογενὴς ὁ τοῖς πᾶσι κατ' ἐκείνους συναριθμούμενος,
35.5.37
εἴπερ καὶ αὐτὸς κτίσμα ἐστὶ καὶ ποίημα; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη τοῦ πατρὸς
35.5.38
λέγοντος «ἐξηρεύξατο ἡ καρδία 35. 13 μου λόγον ἀγαθὸν» καὶ «ἐκ γαστρὸς πρὸ
35.5.39
ἑωσφόρου ἐγέννησά σε»; ἢ πῶς ἀνόμοιος 35. 13 τῇ οὐσίᾳ τοῦ πατρὸς ὁ ὢν εἰκὼν
35.5.40
τελεία καὶ ἀπαύγασμα τοῦ πατρὸς καὶ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»;
35.5.41
πῶς δέ, εἰ λόγος καὶ σοφία ἐστὶ τοῦ θεοῦ ὁ υἱός, ἦν ποτε ὅτε οὐκ ἦν; ἴσον γάρ ἐστι
35.5.42
αὐτοὺς λέγειν ἄλογον καὶ ἄσοφόν ποτε τὸν θεόν. 35. 14 Πῶς δὲ τρεπτὸς καὶ
35.5.43
ἀλλοιωτὸς ὁ λέγων δι' ἑαυτοῦ μὲν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» καὶ «ἐγὼ
35.5.44
καὶ ὁ πατὴρ ἕν ἐσμεν», διὰ δὲ τοῦ προφήτου «ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ
35.5.45
ἠλλοίωμαι»; εἰ γὰρ καὶ ἐπ' αὐτόν τις τὸν πατέρα δύναται τὸ ῥητὸν ἀναφέρειν, ἀλλὰ
35.5.46
ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ λόγου νῦν λεγόμενον, ὅτι καὶ γενόμενος ἄνθρω πος
35.5.47
οὐκ ἠλλοίωται, ἀλλ' ὡς εἶπεν ὁ ἀπόστολος· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ
35.5.48
αὐτὸς καὶ εἰς τοὺς αἰῶνας». τίς δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι' ἡμᾶς γέγονε
35.5.49
καίτοι 35. 15 τοῦ Παύλου γράφοντος «δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα». περὶ γὰρ
35.5.50
τοῦ βλασ φημεῖν αὐτούς, ὅτι οὐκ οἶδεν τελείως ὁ υἱὸς τὸν πατέρα, οὐ δεῖ θαυμάζειν.
35.5.51
ἅπαξ γὰρ προ θέμενοι χριστομαχεῖν παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ λέγοντος
35.5.52
«καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα». εἰ μὲν οὖν ἐκ μέρους ὁ
35.5.53
πατὴρ γινώσκει τὸν υἱόν, δῆλον ὅτι καὶ ὁ υἱὸς μὴ τελείως γινωσκέτω τὸν πατέρα. εἰ
35.5.54
δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδεν δὲ τελείως ὁ πατὴρ τὸν υἱόν, δῆλον ὅτι καθὼς
35.5.55
γινώσκει ὁ πατὴρ τὸν ἑαυτοῦ λόγον, οὕτως καὶ ὁ λόγος γινώσκει τὸν ἑαυτοῦ πατέρα,
35.5.56
οὗ καὶ ἔστι λόγος. 35. 16 Ταῦτα λέγοντες καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς
35.5.57
πολλάκις ἐνετρέψαμεν αὐτούς, καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλοντο
35.5.58
φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμ μένον «ὅταν ἔλθῃ ἀσεβὴς εἰς
35.5.59
βάθος κακῶν καταφρονεῖ». πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες
35.5.60
πλέον τοῦ δέοντος τολμήσασαι πεπτώκασιν εἰς ἀφροσύνην. οὗτοι δὲ διὰ πάντων
35.5.61
ἑαυτῶν τῶν ῥηματίων ἐπιχειρήσαντες εἰς ἀναίρεσιν τῆς τοῦ λόγου θεότητος
35.5.62
ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας ὡς ἐγγύτεροι τοῦ ἀντιχρίστου γενόμενοι. διὸ 35. 17
35.5.63
καὶ ἀπεκηρύχθησαν καὶ ἀνεθεματίσθησαν ἀπὸ τῆς ἐκκλησίας. λυπούμεθα μὲν οὖν
35.5.64
ἐπὶ τῇ ἀπωλείᾳ τούτων καὶ μάλιστα, ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας
35.5.65
νῦν ἀπεπήδησαν, οὐ ξενιζόμεθα δέ. τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φίλητος πεπόνθασι
35.5.66
καὶ πρὸ αὐτῶν Ἰούδας ὁ ἀκολουθήσας τῷ σωτῆρι, ὕστερον γὰρ προδότης καὶ
35.5.67
ἀποστάτης γέγονε. 35. 18 Καὶ περὶ τούτων δὲ αὐτῶν οὐκ ἀδίδακτοι μεμενήκαμεν,
35.5.68
ἀλλ' ὁ μὲν κύριος προείρηκε «βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται
35.5.69
ἐπὶ τῷ ὀνόματί μου λέ γοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε καὶ πολλοὺς
35.5.70
πλανήσουσι. μὴ πορευθῆτε ὀπίσω αὐτῶν». ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ
35.5.71
σωτῆρος ἔγραψεν «ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης
35.5.72
πίστεως προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκα 35. 19 λίαις δαιμονίων
35.5.73
ἀποστρεφομένων τὴν ἀλήθειαν». Τοῦ τοίνυν κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ
35.5.74
Χριστοῦ διά τε ἑαυτοῦ παραγγείλαντος καὶ διὰ τοῦ ἀποστόλου σημάναντος περὶ τῶν
35.5.75
τοιούτων ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι
35.5.76
ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους ἀποδείξαντές [τε] αὐτοὺς
35.5.77
ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας τε καὶ πίστεως. 35. 20 Ἐδηλώσαμεν καὶ τῇ
35.5.78
ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοί, ἵνα μήτε τινὰς ἐξ
35.5.79
αὐτῶν, εἰ προπετεύσαιντο πρὸς ὑμᾶς ἐλθεῖν, προσδέξησθε μήτε Εὐσεβίῳ ἢ ἑτέρῳ τινὶ
35.5.80
γράφοντι περὶ αὐτῶν πεισθῆτε. πρέπει γὰρ ὑμᾶς Χριστιανοὺς ὄντας πάντας τοὺς
35.5.81
κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας ὡς θεομάχους καὶ φθορέας τῶν ψυχῶν
35.5.82
ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μήποτε καὶ ταῖς
35.5.83
ἁμαρ τίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης.
35.5.84
προσείπατε τοὺς παρ' ὑμῖν ἀδελφούς. ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσιν. 35. 21
35.5.85
{Ἀλεξανδρείας πρεσβύτεροι.} Κόλλουθος πρεσβύτερος σύμψηφός εἰμι τοῖς
35.5.86
γεγραμμένοις καὶ τῇ καθαιρέσει Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων.
35.5.87
Ἀλέξανδρος πρεσβύτερος ὁμοίως. Διόσκορος πρεσβύτερος ὁμοίως. Διο νύσιος
35.5.88
πρεσβύτερος ὁμοίως. Εὐσέβιος πρεσβύτερος ὁμοίως. Ἀλέξανδρος πρεσ βύτερος
35.5.89
ὁμοίως. Νειλαρᾶς πρεσβύτερος ὁμοίως. Ἁρποκρατίων πρεσβύτερος ὁμοίως. Ἀγαθὸς
35.5.90
πρεσβύτερος. Νεμέσιος πρεσβύτερος. Λόγγος πρεσβύτερος. Σιλβανὸς πρεσβύτερος.
35.5.91
Περώους πρεσβύτερος. Ἄπις πρεσ βύτερος. Προτέριος πρεσβύτερος. Παῦλος
35.5.92
πρεσβύτερος. Κῦρος πρεσ βύτερος ὁμοίως. {Διάκονοι.} Ἀμμώνιος διάκονος ὁμοίως.
35.5.93
Μακάριος διάκονος. Πιστὸς διάκονος ὁμοίως. Ἀθανάσιος διάκονος. Εὐμενὴς
35.5.94
διάκονος. Ἀπολλώνιος διάκονος. Ὀλύμπιος διάκονος. Ἀφθόνιος διάκονος.
35.5.95
Ἀθανάσιος διάκονος. Μακάριος διάκονος. Παῦλος διάκονος. Πέτρος διάκονος.
35.5.96
Ἀμυντιανὸς διάκονος. Γάιος διάκονος. Ἀλέξανδρος διάκονος. Διονύσιος διάκονος.
35.5.97
Ἀγάθων διάκονος. Πολύβιος διάκονος. Θεωνᾶς διάκονος. Μάρκος διάκονος.
35.5.98
Κώμοδος διάκονος. Σεραπίων διάκονος. Νεῖλος διάκονος. Ῥωμανὸς διάκονος
35.5.99
ὁμοίως. {Μαρεώτου πρεσβύτεροι.} Ἀπολλώνιος πρεσβύτερος σύμψηφός εἰμι τοῖς
35.5.100
γεγραμμένοις καὶ τῇ καθαιρέσει Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων. Ἰνγένιος
35.5.101
πρεσβύτερος ὁμοίως. Ἀμμώνιος πρεσβύτερος. Διόσκορος πρεσβύτερος. Σωστρᾶς
35.5.102
πρεσβύτερος. Θέων πρεσβύτερος. Τύραννος πρεσβύτερος. Κόπρης πρεσβύτερος.
35.5.103
Ἀμμωνᾶς πρεσβύτερος. Ὡρίων πρεσβύτερος. Σερῆνος πρεσβύτερος. Δίδυμος
35.5.104
πρεσβύτερος. Ἡρακλῆς πρεσ βύτερος. Βόκκων πρεσβύτερος. Ἀγαθὸς πρεσβύτερος.
35.5.105
Ἀχιλλᾶς πρεσ βύτερος. Παῦλος πρεσβύτερος. Θαλέλαιος πρεσβύτερος. Διονύσιος
35.5.106
πρεσ βύτερος ὁμοίως. {Διάκονοι.} Σαραπίων διάκονος ὁμοίως. Ἰοῦστος διάκονος
35.5.107
ὁμοίως. Δίδυμος διάκονος. Δημήτριος διάκονος. Μαῦρος διάκονος. Ἀλέξανδρος
35.5.108
διάκονος. Μάρκος διάκονος. Κόμων διάκονος. Τρύφων διάκονος. Ἀμμώνιος
35.5.109
διάκονος. Δίδυμος διάκονος. Πτολλαρίων διάκονος. Σέρας διάκονος. Γάιος διάκονος.
35.5.110
Ἱέραξ διάκονος. Μάρκος διάκονος. Θεωνᾶς διάκονος. Σαρμάτων διάκονος. Κάρπων
35.5.111
διάκονος. Ζώιλος διάκονος ὁμοίως.
35.5.112
36. τ {Ἀντίγραφον ἐπιστολῆς τῆς ἐν Νικαίᾳ συνόδου κατὰ Ἀρείου
35.5.113
καὶ τῶν σὺν αὐτῷ.}