Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1.1
Τῇ ἁγίᾳ καὶ μεγάλῃ θεοῦ χάριτι Ἀλεξανδρέων ἐκκλησίᾳ καὶ τοῖς κατ'
36.1.2
Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς οἱ ἐν Νικαίᾳ συναχθέντες
36.1.3
καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι ἐν κυρίῳ χαίρειν.
36.2.1
Ἐπειδὴ τῆς τοῦ θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου
36.2.2
συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος
36.2.3
ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἅπαντος ἀναγκαῖον ἐφάνη παρὰ τῆς ἱερᾶς συνόδου καὶ
36.2.4
πρὸς ὑμᾶς ἐπιτεθῆναι γράμματα, ἵν' εἰδέναι ἔχοιτε, τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη,
36.2.5
τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη. πρῶτον μὲν οὖν ἁπάντων ἐξητάσθη τὰ κατὰ τὴν
36.2.6
ἀσέβειαν καὶ τὴν παρανομίαν 36. 3 Ἀρείου καὶ τῶν σὺν αὐτῷ ὑπὸ παρουσίᾳ τοῦ
36.2.7
θεοφιλεστάτου βασιλέως Κωνσταντίνου. καὶ παμψηφὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν
36.2.8
ἀσεβῆ αὐτοῦ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα, οἷς ἐκέχρητο
36.2.9
βλασφημῶν τὸν υἱὸν τοῦ θεοῦ, λέγων «ἐξ οὐκ ὄντων εἶναι» καὶ «πρὶν γεννηθῆναι
36.2.10
μὴ εἶναι» καὶ «εἶναί ποτε ὅτε οὐκ ἦν», καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς
36.2.11
δεκτικὸν τὸν υἱὸν τοῦ θεοῦ λέγοντος καὶ κτίσμα ὀνομάζοντος καὶ ποίημα. 36. 4
36.2.12
ἅπαντα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης καὶ τῆς
36.2.13
ἀπονοίας καὶ τῶν βλασφήμων ῥημάτων ἀνασχομένη. καὶ τὰ μὲν κατ' ἐκεῖνον οἵου
36.2.14
τέλους τετύχηκε πάντως ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν
36.2.15
ἀνδρὶ δι' οἰκείαν 36. 5 ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ. τοσοῦτον δὲ ἴσχυσεν
36.2.16
αὐτοῦ ἡ ἀσέβεια, ὡς καὶ παραπολαῦσαι Θεωνᾶν ἀπὸ Μαρμαρικῆς καὶ Σεκοῦνδον ἀπὸ
36.2.17
Πτολεμαίδος, τῶν γὰρ αὐτῶν κἀκεῖνοι τετυχήκασιν. Ἀλλ' ἐπειδὴ ἡ τοῦ θεοῦ χάρις
36.2.18
τῆς μὲν κακοδοξίας ἐκείνης καὶ τῆς βλασφημίας καὶ τῶν προσώπων τῶν
36.2.19
τολμησάντων διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευο μένου ἄνωθεν λαοῦ
36.2.20
ἠλευθέρωσεν τὴν Αἴγυπτον, ἐλείπετο δὲ τὸ κατὰ τὴν προπέτειαν Μελιτίου καὶ τῶν
36.2.21
ὑπ' αὐτοῦ χειροτονηθέντων· καὶ περὶ τούτου τοῦ μέρους ἃ ἔδοξε τῇ 36. 6 συνόδῳ
36.2.22
ἐμφανίζομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί. ἔδοξεν οὖν Μελίτιον μὲν φιλανθρω πότερον
36.2.23
κινηθείσης τῆς συνόδου– κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν–
36.2.24
μένειν ἐν τῇ ἑαυτοῦ πόλει καὶ μηδεμίαν ἐξουσίαν ἔχειν μήτε προχειρίζεσθαι μήτε
36.2.25
χειροθετεῖν μήτε ἐν χώρᾳ μήτε ἐν πόλει ἑτέρᾳ φαίνεσθαι ταύτης τῆς προφάσεως
36.2.26
ἕνεκα, 36. 7 ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθαι. τοὺς δὲ ὑπ' αὐτοῦ
36.2.27
κατασταθέντας μυστικω τέρᾳ χειροτονίᾳ βεβαιωθέντας κοινωνηθῆναι ἐπὶ τούτοις,
36.2.28
ἐφ' ᾧτε ἔχειν μὲν αὐτοὺς τὴν τιμὴν καὶ λειτουργεῖν, δευτέρους δὲ εἶναι ἐξάπαντος
36.2.29
πάντων τῶν ἐν ἑκάστῃ παροικίᾳ καὶ ἐκκλησίᾳ ἐξεταζομένων τῶν ὑπὸ τὸν
36.2.30
τιμιώτατον ἀδελφὸν καὶ συλλειτουργὸν ἡμῶν Ἀλέξανδρον [προκεχειρισμένων], ὡς
36.2.31
τούτοις μὲν μηδεμίαν ἐξουσίαν εἶναι τοὺς ἀρέσκοντας αὐτοῖς προχειρίζεσθαι ἢ
36.2.32
ὑποβάλλειν ὀνόματα ἢ ὅλως ποιεῖν τι χωρὶς γνώμης τοῦ τῆς 36. 8 καθολικῆς
36.2.33
ἐκκλησίας ἐπισκόπου. τῶν δὲ ὑπὸ Ἀλέξανδρον τοὺς χάριτι θεοῦ καὶ εὐχαῖς ὑμετέραις
36.2.34
ἐν μηδενὶ σχίσματι εὑρεθέντας, ἀλλὰ ἀκηλιδώτους ἐν τῇ καθολικῇ καὶ ἀποστο λικῇ
36.2.35
ἐκκλησίᾳ ὄντας ἐξουσίαν ἔχειν καὶ προχειρίζεσθαι καὶ ὀνόματα ἐπιλέγεσθαι τῶν
36.2.36
ἀξίων τοῦ κλήρου καὶ ὅλως πάντα ποιεῖν [καὶ] κατὰ νόμον καὶ θεσμὸν
36.2.37
ἐκκλησιαστικόν. 36. 9 εἰ δέ τινα συμβαίη ἀναπαύσασθαι τῶν ἐν τῇ ἐκκλησίᾳ,
36.2.38
τηνικαῦτα προσαναβαίνειν εἰς τὴν τιμὴν τοῦ τετελευτηκότος τοὺς ἄρτι
36.2.39
προσληφθέντας, μόνον εἰ ἄξιοι φαίνοιντο καὶ ὁ λαὸς αἱροῖτο συνεπιψηφίζοντος
36.2.40
αὐτῷ καὶ ἐπισφραγίζοντος τοῦ τῆς Ἀλεξανδρείας ἐπι 36. 10 σκόπου. τοῦτο δὲ τοῖς μὲν
36.2.41
ἄλλοις ἅπασι συνεχωρήθη, ἐπὶ δὲ τοῦ Μελιτίου προσώπου οὐκέτι τὰ αὐτὰ ἔδοξε διὰ
36.2.42
τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν καὶ διὰ τὸ πρόχειρον καὶ προπετὲς τῆς γνώμης, ἵνα
36.2.43
μηδεμία ἐξουσία ἢ αὐθεντία αὐτῷ δοθῇ ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς 36. 11 αὐτὰς
36.2.44
ἀταξίας ποιῆσαι. ταῦτά ἐστι τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ καὶ τῇ ἁγιωτάτῃ
36.2.45
ἐκκλησίᾳ Ἀλεξανδρέων· εἰ δέ τι ἄλλο ἢ ἐκανονίσθη ἢ ἐδογματίσθη συμπαρόντος τοῦ
36.2.46
κυρίου καὶ τιμιωτάτου συλλειτουργοῦ καὶ ἀδελφοῦ ἡμῶν Ἀλεξάνδρου, αὐτὸς παρὼν
36.2.47
ἀκριβέστερον ἀνοίσει πρὸς ὑμᾶς ἅτε δὴ καὶ κύριος καὶ κοινωνὸς τῶν γεγενημένων
36.2.48
τυγ 36. 12 χάνων. εὐαγγελιζόμεθα δὲ ὑμᾶς περὶ τῆς συμφωνίας τοῦ ἁγίου πάσχα, ὅτι
36.2.49
ὑμετέραις εὐχαῖς κατωρθώθη καὶ τοῦτο τὸ μέρος, ὥστε πάντας τοὺς ἐν τῇ ἑῴᾳ
36.2.50
ἀδελφοὺς τοὺς μετὰ τῶν Ἰουδαίων τὸ πρότερον ποιοῦντας συμφώνως Ῥωμαίοις καὶ
36.2.51
ὑμῖν καὶ πᾶσιν ἡμῖν 36. 13 τοῖς ἐξ ἀρχαίου μεθ' ὑμῶν φυλάσσουσι τὸ πάσχα ἐκ τοῦ
36.2.52
δεῦρο ἄγειν. χαίροντες οὖν ἐπὶ τοῖς κατορθώμασι καὶ ἐπὶ τῇ κοινῇ εἰρήνῃ καὶ
36.2.53
συμφωνίᾳ καὶ ἐπὶ τῷ πᾶσαν αἵρε σιν ἐκκοπῆναι ἀποδέξασθε μὲν μετὰ μείζονος τιμῆς
36.2.54
καὶ πλείονος ἀγάπης τὸν συλλειτουργὸν ἡμῶν, ὑμῶν δὲ ἐπίσκοπον Ἀλέξανδρον τὸν
36.2.55
εὐφράναντα ἡμᾶς τῇ παρουσίᾳ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ τοσοῦτον πόνον ὑποστάντα
36.2.56
ὑπὲρ τοῦ εἰρήνην γενέσθαι καὶ παρ' ὑμῖν. εὔχεσθε δὲ καὶ περὶ ἡμῶν ἁπάντων, ἵνα τὰ
36.2.57
καλῶς ἔχειν δόξαντα ταῦτα βέβαια μένοι διὰ τοῦ παντοκράτορος θεοῦ καὶ διὰ τοῦ
36.2.58
κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
36.2.59
αἰώνων. ἀμήν. 37. 1 Οἱ ἐν Νικαίᾳ συνελθόντες ἐπίσκοποι ἦσαν δὲ ἐγγὺς τριακόσιοι
36.2.60
κατακρίναντες τὴν ἀρειανὴν αἵρεσιν καὶ καθαιρήσαντες τοὺς περὶ Ἄρειον. λοιπὸν
36.2.61
ἐξέθεντο ἐγγράφως τὴν ἐκκλησιαστικὴν πίστιν πρὸς ἔλεγχον κατὰ πάσης αἱρέσεως.
36.2.62
Τὰ ἐν τῇ Νικαίᾳ ἐκτεθέντα, ἔδοξε τὰ ὑποτεταγμένα. 37. 2 Πιστεύομεν εἰς ἕνα θεόν,
36.2.63
πατέρα, παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον
36.2.64
Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν
36.2.65
ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ
36.2.66
ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο
36.2.67
τά τε ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν
36.2.68
σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα
36.2.69
τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ
36.2.70
εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν» ἢ «οὐκ ἦν πρὶν
36.2.71
γεννηθῇ» ἢ «ἐξ οὐκ ὄντων ἐγένετο» ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας
36.2.72
εἶναι ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ τοὺς τοιούτους
36.2.73
ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Intertext edge

Open linked passage

Note