De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Ἀλλ' ἐν τούτοις διωκόμενοι λέξουσιν ἴσως, ὃ πολλάκις λέγοντες
7.1.2
ᾐσχύνθησαν· «οὕτως νομίζομεν τὸν υἱὸν πλέον ἔχειν παρὰ τὰ ἄλλα καὶ διὰ τοῦτο
7.1.3
μονογενῆ λέγεσθαι, ὅτι μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ' ἄλλα
7.1.4
πάντα παρὰ τοῦ θεοῦ διὰ τοῦ υἱοῦ ἐκτίσθη». τίς ἄρα ταύτην ὑμῖν τὴν μωρὰν καὶ
7.1.5
καινὴν ἐπίνοιαν ὑπέβαλεν, ἵνα εἴπητε· «τὸν μὲν υἱὸν μόνον μόνος ὁ πατὴρ
7.1.6
αὐτούργησε, τὰ δ' ἄλλα πάντα διὰ τοῦ υἱοῦ 7. 2 γέγονεν ὡς δι' ὑπουργοῦ»; εἰ μὲν γὰρ
7.1.7
διὰ τὸ κάμνειν ἠρκέσθη μόνον αὐτουργῆσαι τὸν υἱὸν ὁ θεός, τὰ δ' ἄλλα οὐκέτι,
7.1.8
ἀσεβὲς τοιαῦτα περὶ τοῦ θεοῦ λογίζεσθαι μάλιστα τοὺς ἀκούσαντας Ἡσαίου
7.1.9
λέγοντος· «θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ
7.1.10
κοπιάσει οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ». καὶ γὰρ μᾶλλον αὐτὸς τοῖς
7.1.11
πεινῶσι δίδωσιν ἰσχὺν καὶ διὰ τοῦ λόγου ἑαυτοῦ τοὺς κάμνοντας ἀναπαύει. 7. 3 εἰ δὲ
7.1.12
ὡς ταπεινὸν ἀπηξίωσεν αὐτὸς τὰ μετὰ τὸν υἱὸν αὐτουργῆσαι, καὶ τοῦτο μὲν ἀσε βές.
7.1.13
οὐκ ἔστι γὰρ τύφος ἐν τῷ θεῷ, ὅς γε μετὰ τοῦ Ἰακὼβ εἰς Αἴγυπτον κατέρχεται, καὶ
7.1.14
διὰ μὲν τὸν Ἁβραὰμ διορθοῦται τὸν Ἀβιμέλεχ χάριν τῆς Σάρρας, τῷ δὲ Μωυσῇ
7.1.15
ἀνθρώπῳ ὄντι στόμα κατὰ στόμα λαλεῖ, καὶ εἰς μὲν τὸ Σινᾶ ὄρος κατέρχεται, τῷ δὲ
7.1.16
λαῷ 7. 4 συνεπολέμει κρυφαίᾳ χάριτι τὸν Ἀμαλήκ. ψεύδεσθε δὲ ὅμως καὶ τοῦτο
7.1.17
λέγοντες· «αὐτὸς γὰρ ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς»· αὐτός τέ ἐστιν ὁ διὰ τοῦ λόγου
7.1.18
ἑαυτοῦ τὰ πάντα τά τε μικρὰ καὶ τὰ μεγάλα ποιήσας, καὶ οὐκ ἔστι διελεῖν τὴν κτίσιν,
7.1.19
ὥστε εἰπεῖν τοῦτο μὲν τοῦ πατρός, τοῦτο δὲ τοῦ υἱοῦ, ἀλλ' ἑνός ἐστι θεοῦ ὡς χειρὶ
7.1.20
χρωμένου τῷ ἰδίῳ λόγῳ καὶ ἐν αὐτῷ ποιοῦντος τὰ πάντα, καὶ τοῦτ' αὐτὸς μὲν ὁ θεὸς
7.1.21
δεικνὺς ἔλεγεν· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα». ὁ δὲ Παῦλος τοῦτο μαθὼν
7.1.22
ἐδίδασκεν· «εἷς θεὸς ἐξ 7. 5 οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ
7.1.23
πάντα». αὐτὸς γοῦν ἀεὶ καὶ νῦν λέγει τῷ μὲν ἡλίῳ καὶ ἀνατέλλει, ταῖς δὲ νεφέλαις
7.1.24
ἐντέλλεται καὶ βρέχει ἐπὶ μίαν μερίδα, ἐφ' ἣν δὲ οὐ βρέχει, ξηραίνεται. καὶ τὴν μὲν
7.1.25
γῆν κελεύει τοὺς καρποὺς ἀποδιδόναι, τὸν δὲ Ἰερεμίαν ἐν τῇ κοιλίᾳ πλάττει. εἰ δὲ
7.1.26
ταῦτα νῦν αὐτὸς ποιεῖ, οὐκ ἔστιν ἀμφίβολον, ὅτι καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἀπηξίωσεν
7.1.27
αὐτὸς τὰ πάντα διὰ τοῦ λόγου ποιῆσαι· μέρη γὰρ τῶν ὅλων ἐστὶ ταῦτα.