Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Athanasius the Great of Alexandria PG 25-28
De fallacia diaboli
Diab 6.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
6.1
Καὶ δέον κατακλᾶσαι τὰς παγίδας. προσεκύνησε μὲν τὰς ἐπιβουλάς· πῦρ ἐπὶ πῦρ τὰ ὑφ' αὐτῶν πλασθέντα καὶ ὑφ' αὐτῶν τοῖς τοίχοις γραφέντα, ἵνα πᾶσα τέχνη καθ' ἡμῶν, καὶ ἡ γραφικὴ καὶ ἡ πλαστικὴ δι' ὧν πλάττει, καὶ ἡ λαξεύουσα δι' ὧν λαξεύει, καὶ ἡ γεωργοῦσα· τοὺς καρποὺς ἐδίδου εἰς καῦσιν καὶ οἱ καλοὶ μόσχοι εἰς πρόσκομμα καὶ τὰ σκιώδη φυτὰ ἡμῖν εἰς πλάνην. καὶ πᾶσαν ἐπενόησε τὴν δημιουργίαν καθ' ἡμῶν, ἵνα διὰ πάντων μὴ φανῇ τοῦ σωτῆρος ἡ δύναμις. κἀμοὶ λεγέτωσαν οἱ Ἕλληνες πότερον ψευδεῖς οἱ μῦθοι ἢ ἀληθεῖς; ἐχέτωσαν τὰ αἰσχρά, οἷον ἀγαθὸν κεχάρισται ἡμῖν· οὐ τὰ τῶν προγόνων διακόπτωμεν, τὴν κακὴν κληρονομίαν διασύρωμεν αὐτήν· οἱ ἀπὸ δούλων ἐξευγενισθέντες οὐ κατοκνοῦσι πολλάκις τὴν δουλείαν τῶν πατέρων ἀνεκθέσθαι, ἵνα χάριν δῶσι τῷ ἐλευθερώσαντι. ὥσπερ καὶ οἱ ἀπὸ χειμῶνος διασωθέντες οὐκ ἀδήλως μνημονεύουσι τῶν περιστατικῶν δεινῶν καὶ ὥσπερ οἱ ἀπὸ νόσου ἐγερθέντες πρὸς τὸ εὐχαριστεῖν τῷ ἰατρῷ τὴν κάκωσιν ἐξηγοῦνται, εἴπωμεν ποίοις κατειχόμεθα, ἵνα γνῶμεν τὸ μέγεθος τῆς χάριτος. εἰ ψευδεῖς οἱ μῦθοι, χάρις τῷ ἀπαλλάξαντι τὸ ψεῦδος· εἰ δὲ ἀληθεῖς οἱ μῦθοι, χάρις τῷ σώσαντι. εἴτε γὰρ ἐψεύσατο ὁ εἰπὼν ὅτι οὐρανὸς ἐγέννα, εἴτε ὁ υἱὸς αὐτοῦ ἀπέκοψεν αὐτόν, τί δίδωσιν αὐτῷ πάθος. εἰ γὰρ ὁ υἱὸς ἀπέτεμεν τὸν πατέρα, οὔτε ὁ πατὴρ θεὸς ὁ παθὼν οὔτε ὁ ἀποκόψας υἱός, δράσας ἃ οὐ ποιοῦσιν ἡμέτεροι υἱοί. αὐτοῦ, φησίν, κατέπιεν παῖδας, ἵνα μὴ ὃ ἐποίησεν πατρὶ πάθῃ ὑφ' ὧν ἐγέννησε, καὶ κατέπιε θεὸς λεγόμενος οὓς ἐγέννα· καὶ μήτηρ φεισαμένη υἱοῦ ἔδωκεν λίθον, ὁ δὲ λάβρως σπεύδων τὸν παῖδα καταπιεῖν οὐκ ᾔσθετο λίθου ἢ υἱοῦ.

Intertext edge

Open linked passage

Note