Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De sententia Dionysii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Καὶ ἤρκει μὲν ταῦτα πρὸς πᾶσαν κατάγνωσιν τῶν νέων Ἰουδαίων τῶν καὶ
4.1.2
τὸν κύριον ἀρνουμένων καὶ τοὺς πατέρας διαβαλλόντων καὶ πάντας Χριστιανοὺς
4.1.3
ἐπιχειρούν των ἀπατᾶν. ἐπειδὴ δὲ προφάσεις ἔχειν νομίζουσι τῆς εἰς τὸν ἐπίσκοπον
4.1.4
διαβολῆς μέρη τινὰ ἐπιστολῆς αὐτοῦ, φέρε καὶ ταύτας ἴδωμεν, ἵνα καὶ ἐκ τούτων
4.1.5
αὐτῶν ἡ ματαιολο γία δειχθῇ καὶ παύσωνται μὲν κἂν ὀψέ ποτε βλασφημοῦντες παρ'
4.1.6
ἑαυτοῖς τὸν κύριον, ὁμολογήσωσι δὲ κἂν μετὰ τῶν στρατιωτῶν βλέποντες
4.1.7
μαρτυροῦσαν τὴν κτίσιν, ὅτι 4. 2 «ἀληθῶς οὗτος ὁ υἱὸς τοῦ θεοῦ ἐστι» καὶ οὐκ ἔστι
4.1.8
τῶν κτισμάτων. φασὶ τοίνυν ἐν ἐπιστολῇ τὸν μακάριον Διονύσιον εἰρηκέναι, ποίημα
4.1.9
καὶ γενητὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ μήτε δὲ φύσει ἴδιον, ἀλλὰ ξένον κατ' οὐσίαν
4.1.10
αὐτὸν εἶναι τοῦ πατρός, ὥσπερ ἐστὶν ὁ γεωργὸς πρὸς τὴν ἄμπελον καὶ ὁ ναυπηγὸς
4.1.11
πρὸς τὸ σκάφος· καὶ γὰρ ὡς ποίημα ὢν οὐκ 4. 3 ἦν πρὶν γένηται. ναὶ ἔγραψεν,
4.1.12
ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι τοιαύτην ἐπιστολὴν αὐτοῦ. ἀλλ' ὥσπερ ταύτην
4.1.13
ἔγραψεν, οὕτως καὶ ἑτέρας πλείστας ἐπιστολὰς ἔγραψε καὶ ἔδει καὶ ταύταις ἐντυχεῖν
4.1.14
αὐτούς, ἵνα ἐκ πασῶν καὶ μὴ μόνης ἐκ τῆς μιᾶς ἡ πίστις δειχθῇ τοῦ ἀνδρός· καὶ γὰρ
4.1.15
καὶ ναυπηγοῦ πολλὰς τριήρεις κατασκευάσαντος οὐκ ἐκ μιᾶς ἀλλ' ἐκ 4. 4 πασῶν ἡ
4.1.16
τούτου τέχνη κρίνεται. εἰ μὲν οὖν ἁπλῶς ὡς πίστιν ἐκτιθέμενος ἔγραψεν ἣν
4.1.17
λέγουσιν ἐπιστολὴν ἢ ταύτην μόνην ἔγραψε, κατηγορείτωσαν ὡς βούλονται·
4.1.18
κατηγορία γὰρ ἀληθῶς τὸ τοιοῦτον φρόνημα· εἰ δὲ καιροῦ καὶ προσώπου πρόφασις
4.1.19
εἵλκυσεν αὐτὸν τοιαῦτα γράψαι, ἔγραψε δὲ πάλιν καὶ ἄλλας ἐπιστολὰς
4.1.20
ἀπολογούμενος περὶ ὧν ὑπω πτεύθη, ἔδει πάλιν αὐτοὺς μὴ ἀφέντας τὰ αἴτια φθόνον
4.1.21
ἐπάγειν τῷ ἀνδρὶ προπετῶς, ἵνα μὴ δόξωσι λεξείδια μὲν μόνον θηρᾶν,
4.1.22
παραπέμπεσθαι δὲ τὴν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς 4. 5 ἀλήθειαν. καὶ γὰρ καὶ γεωργὸς
4.1.23
τῶν αὐτῶν δένδρων ἄλλοτε ἄλλως ἐπιμελεῖται διὰ τὴν ὑποκειμένην τῆς γῆς
4.1.24
ποιότητα, καὶ οὐ διὰ τοῦτο μέμψαιτο ἄν τις αὐτόν, ὅτι τοῦτο μὲν τέμνει, ἐκεῖνο δὲ
4.1.25
ἐγκεντρίζει, καὶ τοῦτο μὲν φυτεύει, ἕτερον δὲ ἐκτίλλει, ἀλλὰ καὶ μᾶλλον 4. 6 μαθὼν
4.1.26
τὴν αἰτίαν θαυμάσει τὸ ποικίλον αὐτοῦ τῆς ἐπιστήμης. οὐκοῦν εἰ μὴ παρ έργως
4.1.27
ἐνέτυχον τοῖς γράμμασιν, εἰπάτωσαν καὶ τὴν ὑπόθεσιν τῆς ἐπιστολῆς· οὕτω γὰρ
4.1.28
αὐτῶν ἥ τε συκοφαντία καὶ ἡ πονηρία τῆς προαιρέσεως δειχθήσεται. ἐπειδὴ δὲ ἢ οὐκ
4.1.29
ἴσασιν ἢ αἰσχύνονται, λέγειν ἀναγκαῖον ἡμᾶς.

Intertext edge

Open linked passage

Note