Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος
10.1.2
τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν
10.1.3
πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς
10.1.4
καθολικῆς 10. 2 ἐκκλησίας γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται.
10.1.5
ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ
10.1.6
παλαιοῦ δια μένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ
10.1.7
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ
10.1.8
τῆς σῆς ῥώσεως προστά του, ἵνα ταύτην κατασχόντες φυλάξωμεν καὶ φυλάττοντες
10.1.9
μέχρι τέλους διατηρήσωμεν. 10. 3 ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ
10.1.10
δικαίως ὡρισμένων τι μεταλλάσσειν καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου
10.1.11
Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ
10.1.12
φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις
10.1.13
ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε, δι' ἧς οὐ μόνον αὕτη, ἀλλὰ
10.1.14
καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ
10.1.15
τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει, ὡς, εἴπερ τι θάτερον γένοιτο, ἔσται τοῖς
10.1.16
ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται. ὅθεν Οὐρσάκιός τε καὶ 10. 4 Οὐάλης, ἐπειδὴ
10.1.17
ἔκπαλαι μέτοχοί τε καὶ σύμφωνοι τοῦ ἀρειανοῦ δόγματος ἦσαν καθε στηκότες καὶ
10.1.18
τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν, ἧς ἵνα μετάσχωσιν ἐφ' οἷς
10.1.19
ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες μετανοίας τε καὶ συγγνώμης ἠξίουν
10.1.20
τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων
10.1.21
φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα
10.1.22
ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο,
10.1.23
συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ
10.1.24
ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ
10.1.25
ἐξετάσεως τὴν συγγραφεῖσαν 10. 5 πίστιν ἐκτεθεικότα. ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων
10.1.26
ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν ἄτοπον, εἶναι
10.1.27
ἐνομίσαμεν μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητάς,
10.1.28
μάρτυρας, τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵτινες
10.1.29
κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν, ὧν ὁ
10.1.30
θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε διὰ τοῦ δεσπότου
10.1.31
ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως 10. 6 ὑπῆρξεν, ὡς καὶ τῆς
10.1.32
καθ' ἡμᾶς οἰκουμένης κρατεῖν. πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι
10.1.33
ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν καὶ
10.1.34
ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. ὡς γὰρ κατὰ τὸ σὸν πρόσ ταγμα τὸ
10.1.35
συνέδριον τῆς συνόδου συγκεκρότητο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν 10. 7
10.1.36
σκέψιν. ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν τῆς
10.1.37
τοιαύτης ἑταιρίας τοὺς συναλισκομένους εὑρόντες Γερμίνιον, Αὐξέντιον καὶ Γάιον
10.1.38
τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας, ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν
10.1.39
πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. ὡς δὲ συνεῖδον οὐχὶ τῆς τοιαύτης προαιρέσεως
10.1.40
ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ' οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν
10.1.41
μετήγαγον ἑαυτοὺς ὡς δοκεῖν ἕτερόν τι γράφειν· ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς
10.1.42
γνώμας αὐτῶν ἐξελέγχων. 10. 8 ἵνα οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας
10.1.43
περιπίπτῃ καὶ ταραχὴ καὶ θόρυβος καλιν δούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη
10.1.44
τὰ πάλαι διωρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προειρημένους
10.1.45
τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι, δι' ἣν αἰτίαν τοὺς ἀναδιδάξαντας πρέσβεις
10.1.46
πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν τὴν γνώμην 10. 9 τοῦ συνεδρίου διὰ τῆς
10.1.47
ἐπιστολῆς μηνύσοντας. τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα τὸ
10.1.48
τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους· οἳ καὶ
10.1.49
τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιός τε καὶ Οὐάλης
10.1.50
ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς
10.1.51
τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς
10.1.52
πόλεσι καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ γενήσεται. 10. 10 Διὸ δὴ ἱκετεύομεν τὴν σὴν
10.1.53
ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληναίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις
10.1.54
ἀθρήσειας μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν
10.1.55
ἐπιτρέψειας, ἀλλ' ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ
10.1.56
νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος
10.1.57
ἁγίου 10. 11 πεποιηκέναι φήσαιμεν ἄν. τὰ γὰρ νῦν παρ' ἐκείνων καινοτομούμενα
10.1.58
τοῖς μὲν πιστεύσασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. ἱκετεύομεν δὲ
10.1.59
ἔτι, ἵνα κελεύ σῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ
10.1.60
τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν
10.1.61
ῥᾳδίαν ποιήσα 10. 12 σθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφωρισμένων, αἱ ἐκκλησίαι
10.1.62
διαμένωσιν. ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν
10.1.63
προυπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμείνῃ ἐκ τῆς τοῦ σοῦ
10.1.64
πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς
10.1.65
μοχθεῖν καὶ τῶν οἰκείων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γίνεσθαι, ἀλλ' ἵνα οἱ
10.1.66
ἑπίσκοποι σὺν τοῖς ἰδίοις λαοῖς μετ' εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν
10.1.67
ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας καὶ σωτηρίας καὶ εἰρήνης, ἣν ἡ θειότης σοι εἰς τὸ
10.1.68
διηνεκὲς χαριεῖται. οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ὑπογραφὰς καὶ τὰς τῶν
10.1.69
ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραφῶν τὴν
10.1.70
σὴν ἀναδιδάξουσιν ὁσιότητα.
10.1.71
11. t Ἀπόφασις τῆς συνόδου

Intertext edge

Open linked passage

Note