De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Ἕως προσῆκον ἦν καὶ δυνατόν, ἀδελφοὶ τιμιώτατοι, ἡ καθολικὴ
11.1.2
σύνοδος καὶ ἡ ἁγία ἐκκλησία τῇ ἰδίᾳ ὑπομονῇ καὶ ἀνεξικακίᾳ ἤνεγκεν οὐκ ἀγενῶς
11.1.3
Οὐρσάκιον καὶ Οὐάλην καὶ Γάιον καὶ Γερμίνιον καὶ Αὐξέντιον, οἵτινες ἄλλοτε ἄλλα
11.1.4
φρονοῦντες πάσας τὰς ἐκκλησίας συνετάραξαν, οἳ καὶ νῦν ἐπιχειρῆσαι τετολμήκασι
11.1.5
τὸν αἱρετικὸν λογισμὸν τῇ τῶν ὀρθοδόξων πίστει συνάψαι καὶ διαλῦσαι τὴν ἐν
11.1.6
Νικαίᾳ σύνοδον, ἥτις ἀντίμαχος ὑπάρχει τῇ τῶν Ἀρειανῶν αἱρέσει, ἔξωθεν ἰδίαν
11.1.7
τινὰ καὶ ἀλλοτριωτάτην τῆς ἁγιω τάτης ἐκκλησίας συγγραφεῖσαν πίστιν
11.1.8
προσφέροντες, ἥντινα ἡμᾶς δέξασθαι ἀθέμιτον 11. 2 ἡγησάμεθα. ἔκπαλαι γὰρ οὗτοι
11.1.9
αἱρετικοὶ ὄντες καὶ τἀναντία φρονοῦντες καὶ νῦν ἀπεδείχθησαν, οὓς πρὸς τὴν
11.1.10
ἡμετέραν κοινωνίαν συνελθεῖν οὐκ ἐπιτρέπομεν τῇ ἰδίᾳ φωνῇ παρόντας αὐτοὺς
11.1.11
κατακρίναντες καὶ καθαιροῦντες. νῦν τοίνυν ὅπερ δοκεῖ ἀποφήνασθε, 11. 3 ἵνα ἑνὸς
11.1.12
ἑκάστου ἡ γνῶσις ἐκ τῆς ὑπογραφῆς εἴη βέβαιος. ὁμοθυμαδὸν οἱ ἐπίσκοποι
11.1.13
φάσκομεν· «οἱ προειρημένοι ἐχθροὶ καθαιρεθῶσιν, ἵνα ἡ καθολικὴ πίστις ἐν εἰρήνῃ
11.1.14
διαμείνῃ». Καὶ τὰ μὲν ἐν τῇ Ἀριμίνῳ πραχθέντα ταχεῖαν καὶ τοιαύτην ἔσχε τὴν
11.1.15
διάλυσιν. οὐδεὶς γὰρ ἐκεῖ διεφώνησεν, ἀλλὰ πάντες συμφώνως ἔγραψαν τὰ δόξαντα
11.1.16
καὶ τοὺς Ἀρειανοὺς καθῄρησαν.