De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Τὰ δὲ ἐν Σελευκείᾳ τῇ Τραχείᾳ γενόμενα ταῦτά ἐστι. μὴν μὲν ἦν ὁ κατὰ
12.1.2
Ῥωμαίους καλούμενος Σεπτέμβριος, κατὰ δὲ τοὺς Αἰγυπτίους Θὼθ καὶ κατὰ
12.1.3
Μακεδόνας Γορπιαῖος καὶ ἡμέρα ι ʹ τοῦ μηνὸς κατ' Αἰγυπτίους, εἰς ἣν συνέδραμον
12.1.4
πάντες οἱ κληθέντες 12. 2 συνελθεῖν· ἦσαν δὲ κἀκεῖ που ρξʹ. πολλῶν δὲ ὄντων τῶν ἐν
12.1.5
αὐτοῖς κατηγορουμένων καὶ τῶν κατηγορούντων βοώντων κατ' αὐτῶν Ἀκάκιος καὶ
12.1.6
Πατρόφιλος καὶ Οὐράνιος ὁ ἀπὸ Τύρου καὶ Εὐδόξιος ὁ ἐπεισπηδήσας τῇ Ἀντιοχέων
12.1.7
ἐκκλησίᾳ Λεόντιός τε καὶ Θεοδόσιος καὶ Εὐάγριος καὶ Θεόδουλος καὶ Γεώργιος ὁ
12.1.8
διωχθεὶς ἀπὸ τῆς οἰκουμένης 12. 3 πράττουσί τι κακοῦργον. φοβηθέντες γὰρ τοὺς
12.1.9
κατ' αὐτῶν παρὰ τῶν κατηγόρων ἐλέγχους προσελάβοντο τοὺς ἄλλους τῆς Ἀρείου
12.1.10
μερίδος τοὺς εἰς αὐτὸ τοῦτο μισθωτοὺς εἰς ἀσέβειαν γινομένους καὶ κατασταθέντας
12.1.11
παρὰ Σεκούνδου τοῦ καθαιρεθέντος παρὰ τῆς μεγάλης συνόδου, ἀπὸ μὲν τῆς Λιβύης
12.1.12
Στέφανον καὶ Σερὰν καὶ Πολυδεύκην κατηγορου μένους ἐπὶ διαφόροις ἐγκλήμασι
12.1.13
καὶ λοιπὸν Παγκράτιον καὶ Πτολεμαῖον Μελιτιανόν τινα· καὶ σχηματισάμενοι δῆθεν
12.1.14
περὶ πίστεως ζητεῖν οὐκ ἐλάνθανον τοὺς κατηγόρους 12. 4 δεδιότες. καὶ τὴν αἵρεσιν
12.1.15
ἐξεδίκουν καὶ λοιπὸν ἐσχίσθησαν. καὶ οἱ μὲν μετὰ τῶν περὶ Ἀκάκιον ἦσαν ὕποπτοι
12.1.16
καὶ ὀλίγοι παντελῶς, οἱ δὲ ἄλλοι τὸ πλῆθος ἦσαν. οἱ μὲν οὖν περὶ Ἀκάκιον
12.1.17
ἀποχρησάμενοι τῷ τῆς ἀπονοίας θράσει τέλεον ἠρνοῦντο τὰ ἐν Νικαίᾳ γραφέντα καὶ
12.1.18
τὴν σύνοδον διέβαλλον, οἱ δὲ ἄλλοι (τὸ πλῆθος δὲ ἦσαν οὗτοι) τὰ μὲν ἄλλα πάντα
12.1.19
τῆς συνόδου ἀπεδέχοντο, μόνην δὲ τὴν τοῦ ὁμοουσίου λέξιν ὡς ἐκ τῆς 12. 5 ἀσαφείας
12.1.20
ὕποπτον ἐπροφασίζοντο. ἐγχρονιζόντων τοίνυν ἐν τῷ τόπῳ καὶ τῶν μὲν κατηγόρων
12.1.21
ἐπικειμένων, τῶν δὲ κατηγορουμένων φευγόντων καὶ διὰ τοῦτο πλέον ἐν ἀσεβείαις
12.1.22
ἐξαγομένων καὶ βλασφημούντων εἰς τὸν κύριον ἠγανάκτησε τὸ πλῆθος τῶν
12.1.23
ἐπισκόπων καὶ καθῄρησαν μὲν Ἀκάκιον Πατρόφιλον Οὐράνιον Εὐδόξιον καὶ τὸν ἀπὸ
12.1.24
ὑποδεκτῶν Γεώργιον καὶ ἄλλους ἀπὸ τῆς Ἀσίας, Λεόντιον καὶ Θεοδόσιον, Εὐάγριον
12.1.25
καὶ Θεόδουλον, ἀκοινωνήτους δὲ πεποιήκασιν Ἀστέριον, Εὐσέβιον, Αὔγαρον καὶ
12.1.26
Βασι 12. 6 λικὸν καὶ Φοῖβον καὶ Φιδήλιον καὶ Εὐστάθιον καὶ Εὐτύχιον καὶ Μάγνον.
12.1.27
τοῦτο δὲ πεποιήκασιν, ἐπειδὴ κληθέντες ἀπολογήσασθαι ἐφ' οἷς αὐτῶν πλεῖστοι
12.1.28
κατηγόρουν οὐκ ἀπήντησαν. καὶ ὥρισαν οὕτω μένειν αὐτούς, ἕως ἂν
12.1.29
ἀπολογησάμενοι δείξωσιν 12. 7 ἑαυτοὺς καθαροὺς ἀπὸ τῶν ἐπιφερομένων αὐτοῖς
12.1.30
ἐγκλημάτων. γράψαντές τε εἰς τὴν ἑκάστου παροικίαν τὴν κατ' αὐτῶν γενομένην
12.1.31
κρίσιν ἀνῆλθον παρὰ τὸν ἀσεβέστατον Αὔγουστον Κωνστάντιον ἀπαγγελοῦντες
12.1.32
αὐτῷ τὰ πεπραγμένα· ταύτην γὰρ εἶχον πρόσταξιν. καὶ τοῦτο τέλος γέγονε καὶ τῆς ἐν
12.1.33
Σελευκείᾳ συνόδου.