De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Ὁ μὲν οὖν μακάριος ἀπόστολος ἀποδέχεται τοὺς Κορινθίους λέγων· «ὅτι
14.1.2
πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε»,
14.1.3
οὗτοι δὲ τοιαῦτα περὶ τῶν πρὸ αὐτῶν ἐνθυμούμενοι τἀναντία πάντως τοῖς λαοῖς καὶ
14.1.4
εἰπεῖν τολ μήσουσιν· «οὐκ ἐπαινοῦμεν ὑμᾶς μνημονεύοντας τῶν πατέρων, ἀλλ'
14.1.5
ἀποδεχόμεθα μᾶλλον 14. 2 ὑμᾶς, ὅταν τὰς παραδόσεις αὐτῶν μὴ κατέχητε.» καὶ
14.1.6
λοιπὸν διαβαλλέτωσαν τὴν ἑαυτῶν δυσγένειαν καὶ λεγέτωσαν· «ἡμεῖς οὐκ ἐξ
14.1.7
εὐσεβῶν, ἀλλ' ἐξ αἱρετικῶν γεγόναμεν.» τοιαῦτα γὰρ ἁρμόζει λέγειν τοῖς, ὡς
14.1.8
προεῖπον, προπίνουσι τὴν τῶν πατέρων τιμὴν καὶ τὴν ἑαυτῶν σωτηρίαν τῇ ἀρειανῇ
14.1.9
αἱρέσει καὶ μὴ φοβουμένοις ἀκοῦσαι τὸ ἐν τῇ θείᾳ παροιμίᾳ γεγραμμένον «ἔκγονον
14.1.10
κακὸν πατέρα καταρᾶται» καὶ τὴν ἐν τῷ νόμῳ 14. 3 κατὰ τῶν τοιούτων κειμένην
14.1.11
ἀπειλήν. ἐκεῖνοι μὲν οὖν διὰ τὴν ὑπὲρ τῆς αἱρέσεως σπουδὴν τοιοῦτον φιλόνεικον
14.1.12
ἐσχήκασι καὶ τὸ φρόνημα, ὑμεῖς δὲ μὴ διὰ τοῦτο ταραχθῆτε μηδὲ τὴν ἐκείνων
14.1.13
τόλμαν ἀλήθειαν ἡγήσησθε. καὶ γὰρ καὶ πρὸς ἑαυτοὺς ἀνθίστανται καὶ τῶν πατέρων
14.1.14
ἀποστάντες μίαν οὐκ ἔχουσι τὴν γνώμην, ἀλλὰ ποικίλαις καὶ δια φόροις νήχονται
14.1.15
μεταβολαῖς. καὶ πρὸς τὴν ἐν Νικαίᾳ σύνοδον ἐρίζοντες πολλὰς μὲν συνόδους
14.1.16
πεποιήκασι καὶ αὐτοί, καθ' ἑκάστην δὲ πίστιν ἐκτιθέμενοι ἐν οὐδεμιᾷ μεμε νήκασιν·
14.1.17
ἀλλὰ καὶ οὐ παύσονταί γε ἀεὶ τοῦτο ποιοῦντες, ὅτι κακῶς ζητοῦντες οὐχ 14. 4
14.1.18
εὑρήσουσιν ἣν ἐμίσησαν σοφίαν. ὑπέταξα τοίνυν ἀναγκαίως ἀπὸ μέρους τά τε παρὰ
14.1.19
Ἀρείου γραφέντα καὶ ὅσα συναγαγεῖν ἠδυνήθην ὧν ἐν διαφόροις οὗτοι συνόδοις
14.1.20
ἐξέθεντο, ἵνα γνῶτε καὶ θαυμάσητε, τίνος ἕνεκα πρὸς οἰκουμενικὴν σύνοδον καὶ
14.1.21
πρὸς τοὺς ἑαυτῶν πατέρας φιλονεικοῦντες οὐ καταδύονται.