De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
Ταῦτα ἀπὸ μέρους ὧν ἤμεσαν ἐκ τῆς ἑαυτῶν αἱρετικῆς καρδίας οἱ περὶ
17.1.2
Ἄρειον ἐστί· πρὸ δὲ τοῦ γενέσθαι τὴν ἐν Νικαίᾳ σύνοδον ἔγραψαν καὶ οἱ περὶ
17.1.3
Εὐσέβιον Νάρ κισσόν τε καὶ Πατρόφιλον καὶ Μάριν Παυλῖνόν τε καὶ Θεόδοτον καὶ
17.1.4
Ἀθανάσιον τὸν 17. 2 ἀπὸ Ναζαρβῶν τὰ ὅμοια αὐτοῖς. καὶ ὁ μὲν ἀπὸ τῆς Νικομηδείας
17.1.5
Εὐσέβιος κατὰ περιττὸν ἔγραψεν Ἀρείῳ ὅτι «καλῶς φρονῶν εὔχου πάντας οὕτως
17.1.6
φρονεῖν· παντὶ γὰρ» δῆλόν ἐστιν ὅτι τὸ πεποιημένον οὐκ ἦν πρὶν γενέσθαι. τὸ
17.1.7
γενόμενον δὲ ἀρχὴν ἔχει τοῦ 17. 3 «εἶναι»· ὁ δὲ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης
17.1.8
Εὐσέβιος γράφων πρὸς Εὐφρατίωνα τὸν ἐπίσκοπον οὐκ ἐφοβήθη φανερῶς εἰπεῖν ὅτι
17.1.9
«ὁ Χριστὸς οὐκ ἔστιν ἀληθινὸς θεός». 17. 4 καὶ Ἀθανάσιος δὲ ὁ ἀπὸ Ναζαρβῶν ἔτι
17.1.10
γυμνότερον ἀπεκάλυπτε τὴν αἵρεσιν ἕνα τῶν ἑκατὸν προβάτων λέγων εἶναι τὸν
17.1.11
υἱὸν τοῦ θεοῦ. γράφων γὰρ πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον ἀπετόλμησεν οὕτως
17.1.12
εἰπεῖν· «τί μέμφῃ τοῖς περὶ Ἄρειον, εἰ λέγουσιν· ἐξ οὐκ» ὄντων κτίσμα πεποίηται ὁ
17.1.13
υἱὸς τοῦ θεοῦ καὶ ἓν τῶν πάντων ἐστίν; ἐν ἑκατὸν γὰρ προ «βάτοις
17.1.14
παραβαλλομένων πάντων τῶν πεποιημένων εἷς ἐστι καὶ ὁ υἱὸς ἐξ αὐτῶν. εἰ μὲν» οὖν
17.1.15
τὰ ἑκατὸν οὐκ ἔστι κτίσματα καὶ γενητὰ ἢ ἔνι πλέον τι τῶν ἑκατόν, δηλονότι μηδὲ
17.1.16
«ὁ υἱὸς ἔστω κτίσμα καὶ εἷς τῶν πάντων. εἰ δὲ τὰ ἑκατὸν πάντα γενητὰ καὶ οὐδέν
17.1.17
ἐστιν ἐκτὸς» τῶν ἑκατὸν πλὴν μόνου τοῦ θεοῦ, τί ἄτοπον λέγουσιν οἱ περὶ Ἄρειον,
17.1.18
εἰ ἓν ἐν τοῖς ἑκατὸν 17. 5 «περιλαβόντες καὶ ἀριθμοῦντες τὸν Χριστὸν ἕνα τῶν
17.1.19
πάντων αὐτὸν εἰρήκασι»; Γεώργιος δὲ ὁ νῦν ἐν Λαοδικείᾳ, πρεσβύτερος ὢν τότε τῆς
17.1.20
Ἀλεξανδρείας καὶ ἐν Ἀντιοχείᾳ διατρίβων, πρὸς μὲν Ἀλέξανδρον τὸν ἐπίσκοπον
17.1.21
ἔγραφεν ὅτι· «μὴ μέμφου τοῖς περὶ Ἄρειον,» εἰ λέγουσιν· ἦν ποτε, ὅτε οὐκ ἦν ὁ υἱὸς
17.1.22
τοῦ θεοῦ. καὶ γὰρ ὁ Ἡσαίας υἱὸς γέγονεν Ἀμώς, «καὶ ὅμως ὁ μὲν Ἀμὼς ἦν πρὸ τοῦ
17.1.23
γενέσθαι τὸν Ἡσαίαν, ὁ δὲ Ἡσαίας οὐκ ἦν» ἀλλὰ μετὰ ταῦτα γέγονε.
17.1.24
πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔγραφε· «τί μέμφεσθε Ἀλεξάνδρῳ» τῷ πάπᾳ λέγοντι ἐκ τοῦ
17.1.25
πατρὸς τὸν υἱόν; καὶ γὰρ καὶ ὑμεῖς μὴ φοβηθῆτε εἰπεῖν καὶ ἐκ τοῦ θεοῦ τὸν υἱόν. εἰ
17.1.26
γὰρ ὁ ἀπόστολος ἔγραψε· «τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ», καὶ ἔστι δῆλον «ἐξ οὐκ ὄντων
17.1.27
πεποιῆσθαι τὰ πάντα, ἔστι δὲ καὶ ὁ υἱὸς κτίσμα καὶ τῶν πεποιημένων εἷς. λεχ 17. 7»
17.1.28
θείη ἂν καὶ ὁ υἱὸς ἐκ τοῦ θεοῦ οὕτως, ὥσπερ καὶ τὰ πάντα λέγεται ἐκ τοῦ θεοῦ. ἐξ
17.1.29
ἐκείνου γοῦν ἔμαθον οἱ τὰ Ἀρείου φρονοῦντες ὑποκρίνεσθαι τὴν λέξιν τὴν «ἐκ τοῦ
17.1.30
θεοῦ», καὶ λέγειν μὲν τὴν λέξιν, μὴ φρονεῖν δὲ καλῶς. αὐτὸς δὲ ὁ Γεώργιος
17.1.31
καθῃρέθη ὑπὸ Ἀλεξάν δρου καὶ δι' ἄλλα μέν, ὅτι δὲ καὶ ἀσεβὴς ἐφάνη· πρεσβύτερος
17.1.32
γὰρ ἦν αὐτός, καθὰ προ είρηται.